Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.113
Not analysed yet
σοῦ τῷ Κυρίῳ ἡμῶν. Ἐνταῦθα οὐκ ἔφη μισθὸν, ἀλλὰ χάρισμα. Θεοῦ γὰρ δῶρον ἡ ζωὴ ἡ αἰώνιος. Κἂν γὰρ τὴν ἄκραν τις κατορθώσῃ δικαιοσύνην, οὐκ ἀντιταλαντεύεται τοῖς προσκαίροις πόνοις τὰ αἰώνια ἀγαθά. Ταῦτα περὶ τοῦ μὴ δεῖν ἁμαρτάνειν τοῖς κατὰ χάριν πολιτευομένοις εἰπὼν, πάλιν εἰς τὴν παρεξέτασιν τοῦ νόμου καὶ τῆς χάριτος μεταφέρει τὸν λόγον, καὶ δείκνυσι τῆς μὲν τὴν ἰσχὺν, τοῦ δὲ τὴν ἀσθένειαν, καὶ διδάσκει ὡς ταύτης ἀναφανείσης ἐκεῖνος ἐπαύσατο. Ἄρχεται δὲ οὕτως· ΚΕΦΑΛΑΙΟΝ Ζʹ. αʹ. Ἢ ἀγνοεῖτε, ἀδελφοὶ (γινώσκουσι γὰρ νόμον λαλῶ), ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου, ἐφ' ὅσον χρόνον ζῇ; Ἀκριβῶς ἴστε, φησὶ, καὶ ὑμεῖς ἐντεθραμμένοι τῷ νόμῳ, ὡς τῶν ἔτι περιόντων ὁ νόμος κρατεῖ. Εἰσφέρει δὲ καὶ παράδειγμα τῷ προκειμένῳ κατάλληλον, καί φησιν· βʹ. Ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. Εἶτα τοῦτο διδάσκει σαφέστερον. γʹ. Ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίζει, ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα, γενομένην ἀνδρὶ ἑτέρῳ. Μοιχεύτριαν καλεῖ, φησὶν, ὁ νόμος, οὐ τὴν μετὰ τὴν τοῦ ὁμόζυγος τελευτὴν συναπτομένην ἑτέρῳ, ἀλλὰ τὴν ἔτι περιόντος τοῦ συνοικοῦντος ἄλλῳ συζευγνυμένην· ταύτην γὰρ, ὡς ἐξυβρίζουσαν εἰς τὸν νόμον τοῦ γάμου, τιμωρεῖσθαι κελεύει. Εὔδηλον τοίνυν ὡς, τοῦ ἀνδρὸς δεξαμένου τοῦ βίου τὸ πέρας, ἔννομον, ἀλλ' οὐ παράνομον, τὸ ἑτέρῳ γήμασθαι τὴν χηρεύουσαν. Καὶ ᾔδει μὲν ὁ θεῖος Ἀπόστολος ὡς ἄδειαν καὶ τοῖς ζῶσιν ὁ νόμος ἐδεδώκει διαζευγνύναι τὸν γάμον, ὅταν οὐ καταθύμιος ᾖ. Ἀλλὰ τῆς Δεσποτικῆς διδασκαλίας ἐπήκουσεν, ἢ τὸν Μωϋσέα πρὸς τὴν Ἰουδαίων σκληροκαρδίαν τοῦτον ἔφη δεδωκέναι τὸν νόμον, τὸν δὲ τῆς φύσεως νόμον οὐ ταῦτα προστεθεικέναι. Ἕνα γὰρ ἄνδρα, φησὶ, καὶ μίαν γυναῖκα ἐδημιούργησεν ὁ Θεὸς, ἐν αὐτῇ τῇ διαπλάσει τὸν περὶ τοῦ γάμου νόμον τιθείς. Διά τοι τοῦτο ἐκεῖνο καταλιπὼν, ἐπὶ τὸν περὶ τῶν τετελευτηκότων ἐλήλυθε νόμον, καὶ ἐπήγαγεν· δʹ. Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι. Καὶ μὴν τῷ παραδείγματι κατάλληλον ἦν εἰπεῖν, Ἐθανατώθη ὁ νόμος, τουτέστιν, ἐπαύσατο. Ἀλλὰ τῆς Ἰουδαίων ἀσθενείας κηδόμενος, σφόδρα γὰρ περιεῖπον τὸν νόμον, καὶ τοῖς τῇ Παλαιᾷ Διαθήκῃ πολεμοῦσιν αἱρετικοῖς πρόφασιν εἰς κατηγορίαν οὐ βουλόμενος δοῦναι, οὐ τὸν νόμον ἔφη πεπαῦσθαι, ἀλλ' εἶπεν ἡμᾶς τεθανατῶσθαι τῷ νόμῳ διὰ τοῦ σωτηρίου βαπτίσματος· εἶτα πάλιν ἀναστάντας