Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.112
Not analysed yet
ἔδειξε, καὶ τὴν ἐπὶ ταύτῃ θυμηδίαν ἐγύμνωσε, τῷ Θεῷ τὸν ὕμνον προσενεγκών. Δοῦλοι γὰρ ἦτε, φησὶ, τῆς ἁμαρτίας, αὐθαιρέτῳ δὲ γνώμῃ τὴν ἐκείνης ἀπεσείσασθε δεσποτείαν, καὶ τὴν πνευματικὴν διδασκαλίαν ἠσπάσασθε. ιηʹ. Ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ. Τὴν τῆς ἁμαρτίας ἀπεσείσασθε δουλείαν, τὸν δὲ τῆς δικαιοσύνης ζυγὸν ὑπεισήλθετε. Οὐχ οἷόν τε τοίνυν ὑμᾶς τοῦτον ἔχοντας τοῖς ἐκείνου ἐπιτάγμασιν εἴκειν. ιθʹ. Ἀνθρώπινον λέγω, διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Τῇ φύσει μετρῶ τὴν παραίνεσιν. Οἶδα γὰρ τὰ ἐν τῷ θνητῷ σώματι κινούμενα πάθη. Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. Ἔδειξε καὶ διὰ τούτων, ὡς οὐ τὸ σῶμα κατηγορίας ἄξιον, ἀλλ' ἡ τοῦτο κακῶς ἄγουσα γνώμη. Ἀπαιτεῖ δὲ οὐδὲν ἀδύνατον παρ' ἡμῶν· ἀλλ' ἅπερ τῇ ἁμαρτίᾳ παρεσχήκαμεν, ταῦτα μόνα τῇ δικαιοσύνῃ προσενεγκεῖν. Καίτοι ἐκείνῃ μὲν ὑπηκούσαμεν κελευούσῃ παράνομα· ταύτῃ δὲ εἰ πειθώμεθα, τὸν ἁγιασμὸν προξενήσει. κʹ. Ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. Τὰ γὰρ ἐκείνης μόνης ἐπληροῦτε προστάγματα, τοὺς δὲ τῆς δικαιοσύνης οὐκ ἐδέχεσθε νόμους. Εἶτα καὶ ἑτέρωθεν δείκνυσι τὴν διαφοράν. καʹ. Τίνα οὖν καρπὸν εἴχετε τότε; Ὑμεῖς εἴπατε τῆς ἁμαρτίας τὰ κέρδη· μᾶλλον δὲ περιττὸν ἐρωτᾷν. Καὶ σιγῶντες γὰρ ὁμολογεῖτε τὴν βλάβην· τὴν γὰρ αἰσχύνην περίκεισθε. Τοῦτο γὰρ ἐπήγαγεν· Ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; Κἂν γὰρ λίαν τις ἀναιδέστατος ᾖ, μετὰ τὴν παῦλαν τῆς ἡδονῆς τὴν αἰσχύνην εἰσδέχεται. Δείκνυσι δὲ πρὸς ταύτῃ καὶ τὸν μείζονα καὶ χαλεπώτερον τῆς ἁμαρτίας καρπόν. Τὸ μὲν γὰρ τέλος ἐκείνων θάνατος. Θάνατον δὲ λέγει, οὐ τὸν πρόσκαιρον τοῦτον, ἀλλὰ τὸν αἰώνιον. κβʹ. Νυνὶ δὲ ἐλευθερωθέντες μὲν ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμὸν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. Ἐν τούτοις ἀντέστησε τῇ μὲν ἁμαρτίᾳ τὸν Θεὸν, τῇ δὲ αἰσχύνῃ τὸν ἁγιασμὸν, τῷ δὲ αἰωνίῳ θανάτῳ τὴν ζωὴν τὴν αἰώνιον. κγʹ. Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας, θάνατος. Ἐπειδὴ πάλαι μὲν ἐβασίλευσε, νῦν δὲ τυραννεῖ, καὶ ὅπλα αὐτῆς τὰ κακῶς ἰθυνόμενα προσηγόρευσε μέλη, εἰκότως καὶ τὸν μισθὸν ὀψώνιον κέκληκεν. Ὀνομάζειν γὰρ οὕτω φίλον αὐτῷ τὸ στρατιωτικὸν σιτηρέσιον. Καὶ γὰρ ἐν τῇ πρὸς Κορινθίους φησί· «Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ;» Τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰη-