Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.124
Not analysed yet
τῆς ἁμαρτίας· μετὰ δέ γε τὴν παῦλαν τοῦ πάθους, τὴν αἴσθησιν δέχεται τοῦ κακοῦ. Οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω, ἀλλ' ὃ μισῶ, τοῦτο ποιῶ. Τοῦτο τοῦ νόμου κατόρθωμα, τὸ διδάξαι τί τὸ κακὸν, καὶ μῖσος ἐνθεῖναι τῇ ψυχῇ περὶ τοῦτο. Τὸ μέντοι, ὃ οὐ θέλω, καὶ, ὃ μισῶ, οὐκ ἀνάγκης, ἀλλ' ἀσθενείας δηλωτικά. Οὐ γὰρ ὑπ' ἀνάγκης τινὸς καὶ βίας ὠθούμενοι πλημμελοῦμεν, ἀλλ' ὑπὸ τῆς ἡδονῆς καταθελγόμενοι ποιοῦμεν ἅπερ ὡς παράνομα βδελυττόμεθα. ιϛʹ. Εἰ δὲ ὃ οὐ θέλω ἐγὼ, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ, ὅτι καλός. Αὐτὸ γὰρ τὸ μῖσος, ὃ περὶ τὴν ἁμαρτίαν ἔχω, παρὰ τοῦ νόμου λαβὼν ἔχω. Οὐκοῦν συνηγορῶ τῷ νόμῳ, καὶ εὖ αὐτὸν ἔχειν ὁμολογῶ. ιζʹ. Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. Σαφηνείας τοῦτο δεῖται, καὶ λόγων πλειόνων. Θνητὸν τὸ σῶμα γενόμενον μετὰ τὴν παράβασιν τῆς ἐντολῆς, ὑπεδέξατο τὰ παθήματα. Διὰ τούτων γὰρ τὰ κατὰ τὸν παρόντα συνέστηκε βίον. Δεῖται γὰρ ἐπιθυμίας, οὐ τροφῆς ἕνεκα μόνον, ἀλλὰ καὶ παιδοποιίας, καὶ γηπονίας, καὶ τῶν ἄλλων χάριν τεχνῶν. Ταύτης γὰρ οὐκ οὔσης, οὐδὲν τούτων συνέστηκεν. Αὕτη ἡμῖν καὶ εἰς τὴν τῆς ἀρετῆς κατόρθωσιν συντελεῖ. Ὁ γὰρ μὴ ἐφιέμενος ταύτης, τῶν ὑπὲρ ταύτης οὐκ ἀνέχεται πόνων. Αὕτη καὶ τὸν θεῖον ἡμῖν ἐξεργάζεται πόθον. Ἡ μὲν οὖν συμμετρία τῆς ἐπιθυμίας τῶν ἀγαθῶν ἐστι συνεργός· ἡ δὲ ταύτης ἀμετρία τὴν ἀκολασίαν εἰσάγει. Αὕτη γὰρ καὶ γάμοις ἀλλοτρίοις ἐπιβουλεύειν, καὶ τῶν οὐ προσηκόντων ἐφίεσθαι, καὶ λῃστεύειν, καὶ τάφους ὀρύττειν, καὶ μιαιφονίας κατατολμᾷν, καὶ τἄλλα τὰ τοιαῦτα παρασκευάζει ποιεῖν. Διά τοι τοῦτο συνέζευξεν αὐτῇ τὸν θυμὸν ὁ τῶν ὅλων Θεὸς, ἵν' αὐτῆς ἀναστείλῃ τὴν ἀμετρίαν. Δεῖται δὲ ὅμως καὶ οὗτος τοῦ τὴν ἀπληστίαν κωλύοντος. Καθάπερ τοίνυν τῷ ἄγαν ψυχρῷ κεράννυμεν τὸ θερμὸν, καὶ αὖ πάλιν τὸ ἄγαν ψυχρὸν κολάζομεν τῷ θερμῷ· οὕτως ὁ δημιουργήσας Θεὸς ἐνθεὶς ἡμῖν τὰ δύο ταῦτα παθήματα, ἐναντία ὄντα ἀλλήλοις ἐκ διαμέτρου, τοῦ ἑτέρου κολάζειν διὰ θατέρου τὴν ἀμετρίαν ἐδίδαξεν. Ἐπέστησε γὰρ αὐτοῖς τὸν νοῦν, καθάπερ τισὶ πώλοις ἡνίοχον, καὶ ἐπέθηκεν αὐτοῖς τὸν τῆς δουλείας ζυγὸν, ἴσως φέρειν νομοθετήσας. Εἰ δέ ποτε συμβαίη πέρα τοῦ μέτρου τὴν ἐπιθυμίαν προκύψαι, νύττειν ἐκέλευσε τὸν θυμόν· ἵνα ὁρμήσας οὗτος, ἴσον πάλιν ἐργάσηται τὸν ζυγόν. Εἰ δὲ οὗτος δέξαιτο τῆς ἀμετρίας τὸ πάθος, τὴν ἐπιθυμίαν πάλιν κινεῖσθαι παρεγγυᾷ, καὶ τοῦ θυμοῦ τὴν ἀμετρίαν κολάζειν. Νήφων μὲν οὖν ὁ νοῦς, καὶ σωφρονῶν, τοῦτον ἰθύνει τὸν τρόπον. Ἀμελήσας δὲ, καὶ καταλιπὼν τὰς ἡνίας, σκιρτᾷν μὲν τοὺς πώλους παρασκευάζει· σύρεται δὲ αὐτὸς, καὶ εἰς βάραθρα καὶ κρημνοὺς σὺν αὐτοῖς καταπίπτει. Τοῦτο ἐνταῦθα ὁ θεῖος Ἀπόστολος εἴρηκε· Νυνὶ δὲ οὐκέτι ἐγὼ