Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.125
Not analysed yet
κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία· ἁμαρτίαν καλῶν τοῦ νοῦ τὴν δουλείαν, καὶ τῶν παθῶν τὴν δεσποτείαν. Καὶ αὐτὸς μὲν οὐ κατεργάζεται, ἐπειδὴ μισεῖ τὸ γινόμενον· ἡ δὲ τῶν παθῶν δυναστεία ταύτην ἔχει τὴν πρᾶξιν. ιηʹ. Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ, τουτέστιν ἐν τῇ σαρκί μου, ἀγαθόν. Τῶν παθῶν λέγει τὴν ἐπικράτειαν, ἃ ἐπεισήγαγε μὲν θνητὸν τὸ σῶμα γεγενημένον, ηὔξησε δὲ ἡ τοῦ νοῦ ῥᾳθυμία. Τὸ γὰρ θέλειν παρακειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω. Τὴν γὰρ περὶ τὰ καλὰ προθυμίαν ἀπὸ τῆς τοῦ νόμου διδασκαλίας προσέλαβον· ἀσθενῶ δὲ ὅμως περὶ τὴν πρᾶξιν, ἑτέραν ἐπικουρίαν οὐκ ἔχων. ιθʹ, κʹ. Οὐ γὰρ ὃ θέλω, ποιῶ ἀγαθὸν, ἀλλ' ὃ μισῶ κακὸν, τοῦτο πράσσω. Εἰ δὲ ὃ οὐ θέλω ἐγὼ, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. Σαφέστερον αὐτὸ εἴρηκεν. καʹ. Εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλόν. Ἐνταῦθα δεῖ στίξαι. Ὅτι ἐμοὶ τὸ κακὸν παράκειται. Πάλιν διὰ τὴν συντομίαν ἀσαφῶς αὐτὸ τέθεικε· λέγει δὲ, ὅτι Καὶ ὁ νόμος μοι καλὸς εἶναι δοκεῖ. Ἐπαινῶ γὰρ τὰ ὑπ' αὐτοῦ διηγορευμένα, ὡς εὖ ἔχοντα, καὶ ὁμοίως αὐτῷ, καὶ τὰ καλὰ φιλῶ, καὶ τἀναντία μισῶ· ἀλλ' ὅμως ἐμοὶ τὸ κακὸν παράκειται, τουτέστιν ἡ ἁμαρτία, διά τε τὸ θνητὸν ἔχειν τὸ σῶμα καὶ παθητὸν, καὶ τὴν τῆς ψυχῆς ῥᾳθυμίαν τε καὶ ἀσθένειαν. Εἶτα σαφέστερον τοῦ νοῦ καὶ τῶν παθῶν τὸν πόλεμον δείκνυσι. κβʹ. Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ, κατὰ τὸν ἔσω ἄνθρωπον. Ἔσω ἄνθρωπον τὸν νοῦν λέγει. κγʹ. Βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με ἐν τῷ νόμῳ τῆς ἁμαρτίας, τῷ ὄντι ἐν τοῖς μέλεσί μου. Νόμον ἁμαρτίας τὴν ἁμαρτίαν καλεῖ. Ἐνεργεῖται δὲ αὐτὴ, τῶν μὲν τοῦ σώματος παθῶν σκιρτώντων, τῆς δέ γε ψυχῆς ταῦτα διὰ τὴν ἐξ ἀρχῆς γεγενημένην ῥᾳθυμίαν ἐπισχεῖν οὐ δυναμένης, ἀλλὰ τὴν μὲν οἰκείαν ἐλευθερίαν ἀποβαλούσης, δουλεύειν δὲ τούτοις ἀνεχομένης· ἀλλ' ὅμως καὶ δουλεύουσα τὴν δουλείαν μισεῖ, καὶ ἐπαινεῖ τὸν τῆς δουλείας κατήγορον. Ταῦτα διεξελθὼν πάντα ὁ Ἀπόστολος, ὥστε δεῖξαι τίνες μὲν πρὸ τῆς χάριτος ἦμεν, τίνες δὲ μετὰ τὴν χάριν γεγόναμεν· καὶ οἷόν τι προσωπεῖον τῶν πρὸ τῆς χάριτος ὑπὸ τῆς ἁμαρτίας πολιορκηθέντων ἀναλαβὼν, ὡς ἐν μέσοις τοῖς πολεμίοις γεγενημένος, καὶ ἐξηνδραπο-