Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.145
Not analysed yet
καὶ κατὰ τὴν θεότητα φήσαιεν οἱ αἱρετικοὶ τοῦτο ποιεῖν τὸν Υἱὸν, οὐδὲ οὕτως αὐτοῦ τὴν δόξαν ἐλάττονα δείξουσι. Δῶμεν γὰρ δύο βασιλεῖς ἰσοτίμους εἶναι, τὴν αὐτὴν ἔχοντας ἐξουσίαν, ὕπαρχον δέ τινα, ἢ στρατηγὸν ἀμφοτέροις [προσκεκρουκέναι], καὶ τούτων τὸν ἕτερον, πρότερον τοῦ προσκεκρουκότος τὰς ἱκεσίας δεξάμενον, αἰτεῖν παρὰ τοῦ κοινωνοῦ τῆς βασιλείας τὰς πρὸς τοῦτον καταλλαγὰς, ἆρα τοῦτο σμικρύνει τὴν τοῦ αἰτοῦντος ἀξίαν; Οὐδαμῶς. Ἀλλ' ἐνταῦθα οὐδὲ τοῦτο ἔστιν εἰπεῖν. Τὰ γὰρ δοκοῦντα τῷ Υἱῷ, καὶ τῷ Πατρὶ συνδοκεῖ, καὶ ἓν ἀμφοτέρων τὸ βούλημα. Ἐσχημάτισται τοίνυν τῷ Ἀποστόλῳ ὁ λόγος, δεῖξαι βουλομένῳ τὴν τῆς κηδεμονίας ὑπερβολήν. λεʹ, λϛʹ. Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; Καθὼς γέγραπται· Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Κατάλληλος τοῖς προκειμένοις μαρτυρία. Ἐκ προσώπου γὰρ ἀνδρῶν εἴρηται τὸν αὐτὸν ἐσχηκότων σκοπόν. Τὸ γὰρ πανάγιον Πνεῦμα διὰ τοῦ θεσπεσίου Δαβὶδ περὶ τῶν θαυμασίων Μακκαβαίων γέγραφε ψαλμόν. λζʹ. Ἀλλ' ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Τὴν περὶ ἡμᾶς ἀγάπην τοῦ Θεοῦ τῶν ὅλων τούτοις ἅπασιν ἀντιτάττοντες, περιγινόμεθα τῶν δεινῶν. Λογιζόμεθα γὰρ ὅτι τῶν ἀτοπωτάτων, τὸν μὲν Δεσπότην Χριστὸν τὸν ὑπὲρ ἁμαρτωλῶν καταδέξασθαι θάνατον, ἡμᾶς δὲ τὴν ὑπὲρ αὐτοῦ σφαγὴν μὴ λίαν ἀσπαστῶς ὑπομένειν. ληʹ, λθʹ. Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε Ἄγγελοι, οὔτε Ἀρχαὶ, οὔτε Δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. Πᾶσαν ὁμοῦ τὴν κτίσιν ἀντιταλαντεύσας τῇ περὶ τὸν Θεὸν ἀγάπῃ, καὶ τοῖς ὁρωμένοις συνάψας τὰ νοητὰ, Ἀγγέλους, καὶ Ἀρχὰς, καὶ Δυνάμεις, καὶ τοῖς παροῦσι τὰ προσδοκώμενα ἀγαθὰ, καὶ μὲν δὴ καὶ τὰς ἠπειλημένας κολάσεις (βάθος γὰρ, ὡς οἶμαι, τὴν γέενναν ὀνομάζει, ὕψος τὴν βασιλείαν), καὶ πρὸς τούτοις τὴν αἰώνιον ζωὴν καὶ τὸν αἰώνιον θάνατον· καὶ θεασάμενος ἔτι τοῦτο τὸ μέρος ἐλλεῖπον, ζητεῖ μὲν ἄλλο τι προσθεῖναι· οὐχ εὑρὼν δὲ, ἄλλην τοσαύτην κτίσιν καὶ πολλαπλασίαν διαπλάττει τῷ λόγῳ· καὶ οὐδὲ οὕτως ἐξισούμενα ταῦτα πάντα ὁρᾷ τῇ περὶ τὸν Θεὸν ἀγάπῃ. Οὐ γὰρ προσήκει, φησὶν, ἀγαπᾷν αὐτὸν διὰ τὰς τῶν ἀγαθῶν ὑποσχέσεις, ἀλλ' ἐκεῖνα ποθεῖν δι' αὐτόν. Οὐδὲ γὰρ ὁ γνησίως περί τινα πλούσιον διακείμενος, διὰ τὴν τοῦ πλούτου περιουσίαν αὐτὸν ἀγαπᾷ, ἀλλὰ διὰ τὴν περὶ αὐτὸν διάθεσιν, καὶ