Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.148
Not analysed yet
τὰ προσήκοντα αὐτῷ κτήματα στέργει. Οὕτω καὶ ὁ θεῖος Ἀπόστολος, Οὐκ ἂν, φησὶν, ἑλοίμην τὴν βασιλείαν τῶν οὐρανῶν ἔχειν, καὶ τὰ ὁρώμενα πάντα, καὶ τὰ νοούμενα, καὶ ἄλλα δὶς τοσαῦτα καὶ τρὶς, δίχα τῆς περὶ τὸν Θεὸν ἀγάπης. Εἰ δέ τίς μοι προὔτεινε τά τε παρόντα σκυθρωπὰ, καὶ τὰ μέλλοντα, τὸν πρόσκαιρον θάνατον, καὶ τὸν αἰώνιον, καὶ τὴν ἐν γεέννῃ μακροτάτην κόλασιν, μετὰ τῆς περὶ αὐτὸν ἀγάπης ἀσπασίως ἂν ταῦτα καὶ προθύμως ἑλοίμην, ἢ ἐκεῖνα τὰ λαμπρὰ, καὶ μεγάλα, καὶ ὑπὲρ λόγον, τῆς ἀγάπης ἐστερημένος. Ταύτην τοίνυν καὶ ἡμεῖς ἔχειν καὶ ἱκετεύσωμεν, καὶ σπουδάσωμεν· ἵνα τοῖς ἀποστολικοῖς ἀκολουθήσαντες ἴχνεσι, τῶν ἀποστολικῶν ἀξιωθῶμεν σκηνῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι δόξα πρέπει καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ. Ὅτι μὲν ἀναγκαία, καὶ τῶν ἀῤῥήτων πρόξενος ἀγαθῶν τοῖς πιστεύουσιν, ἡ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησις, διαῤῥήδην ἀπέδειξεν ὁ θεῖος Ἀπόστολος. Ἰουδαίους γὰρ ἤλεγξεν ἐκ τῆς τοῦ νόμου θέσεως μείζοσι κατηγορίαις ὑπευθύνους γεγενημένους, καὶ τοὺς ἄλλους ἅπαντας τῆς φύσεως παραβαίνοντας τὸν νόμον· καὶ γυμνώσας τῆς τιμωρίας τὴν ἀπειλὴν, τῆς εὐαγγελικῆς χάριτος τὰ δῶρα παρέθηκε, καὶ τὴν ἐκ τῆς πίστεως σωτηρίαν ὑπέδειξεν. Ἵνα δὲ μήτε Ἰουδαῖοι δυσχεραίνωσι, κατηγορεῖσθαι τὸν νόμον ὑπειληφότες, μήτε μὴν οἱ περὶ τὴν Παλαιὰν ἐπαχθεῖς Διαθήκην αἱρετικοὶ, πρόφασιν εἰς τὴν κατὰ τοῦ νόμου συκοφαντίαν λάβωσιν ἐκ τῆς γεγενημένης παρεξετάσεως, ἔδειξεν ἀναγκαίως τοῦ νόμου τὸ χρήσιμον, καὶ πολλαῖς αὐτὸν ἐταινίωσεν εὐφημίαις. Ἐπειδὴ δὲ πάλιν Ἰουδαῖοι, τὸν πατριάρχην Ἀβραὰμ προβαλλόμενοι, καὶ τὰς πρὸς αὐτὸν ὑπὸ τοῦ Θεοῦ γεγενημένας ἐπαγγελίας, ἐναντίον ταύταις ἐπειρῶντο δεικνύναι τῶν ἀποστόλων τὸ κήρυγμα, παρὰ τὴν θείαν ὑπόσχεσιν τοῖς ἔθνεσι προσφερόμενον, ἀναγκαίως καὶ τούτους εἰς μέσον προσφέρει τοὺς λόγους· καὶ σοφῶς ἄγαν διαλύει, καὶ Γραφικαῖς μαρτυρίαις, καὶ παραδείγμασι παλαιοῖς εἰς καιρὸν κεχρημένος, καὶ δεικνὺς ἐναργῶς τῶν θείων ὑποσχέσεων τὴν ἀλήθειαν. Μέλλων μέντοι τῆς Ἰουδαίων ἀπιστίας κατηγορεῖν, πρῶτον ἣν ἔχει περὶ αὐτοὺς φιλοστοργίαν γυμνοῖ, καί φησι· ΚΕΦΑΛΑΙΟΝ Θʹ. αʹ. Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ. Καὶ ψεύδους ἐλεύθερον, καὶ ἀληθείᾳ κοσμούμενον τὸ ῥηθησόμενον ἔδειξε. Τοῦ γὰρ θείου Πνεύματος τὴν χάριν μετὰ τοῦ συνειδότος εἰς μαρτυρίαν ἐκάλεσε, πείθων δι' ἁπάντων μὴ ἀπιστῆσαι τῷ λόγῳ.