Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.153
Not analysed yet
υἱός. Τῆς γὰρ φύσεως ἀπειρηκυίας, κατὰ θείαν φιλοτιμίαν ἀπεφάνθη πατήρ. Λέγει δὲ τοῦτο, ὅτι καὶ Ἰσμαὴλ τοῦ Ἀβραὰμ ἦν υἱὸς, καὶ πρωτότοκος υἱός. Διὰ τί τοίνυν μέγα φρονεῖς, ὦ Ἰουδαῖε, ὡς μόνος σπέρμα τοῦ Ἀβραὰμ προσαγορευόμενος; Εἰ δὲ νομίζεις ἐκεῖνον, ὡς ἡμίδουλον, ἐκβεβλῆσθαι τῆς συγγενείας, οὐκ εἰκότως νομίζεις. Ἐκ πατέρων γὰρ, ἀλλ' οὐκ ἐκ μητέρων, ἔθος γενεαλογεῖν τῇ θείᾳ Γραφῇ. Καὶ ἠδύνατο μὲν ὁ θεῖος Ἀπόστολος, καὶ τοὺς ἐκ τῆς Χεττούρας γεγεννημένους εἰς μέσον παραγαγεῖν, καὶ δεῖξαι τούτους ἐξ ἐλευθέρας μὲν γεγεννημένους, σπέρμα δὲ τοῦ Ἀβραὰμ οὐ καλουμένους. Ῥᾴδιον ἦν αὐτῷ καὶ τοὺς δύο καὶ δέκα παῖδας τοῦ Ἰακὼβ ἐκ διαφόρων δεῖξαι μητέρων, καὶ τοὺς τέτταρας ἡμιδούλους, καὶ ὅλους Ἰσραὴλ χρηματίζοντας, καὶ οὐδὲν ἐκ τῆς τῶν μητέρων παραβλαβέντας δουλείας. Ἀλλὰ μετὰ φειδοῦς τοὺς ἐλέγχους προσφέρων, τοῦτο μὲν παραλέλοιπεν, ἐκ πολλοῦ δὲ τοῦ περιόντος ἐνίκησε. Τεθεικὼς γὰρ τὸ ὑπὸ τοῦ Θεοῦ πρὸς τὸν Ἀβραὰμ εἰρημένον, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, δείκνυσιν οὐδὲ τὸ τούτου γένος ἄπαν τῆσδε τῆς εὐλογίας μετειληφός. Τῶν γὰρ τούτου παίδων ὁ μὲν τὴν εὐλογίαν εἴληφεν, ὁ δὲ ταύτης διήμαρτε. Τοῦτο γὰρ ἐπήγαγεν ιʹ—ιγʹ. Οὐ μόνον δὲ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν. Μήτε γὰρ γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν, ἢ κακὸν (ἵνα ἡ κατ' ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένῃ), οὐκ ἐξ ἔργων, ἀλλ' ἐκ τοῦ καλοῦντος, ἐῤῥέθη πρὸς αὐτὴν, ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάττονι. Εἰ νομίζεις, φησὶ, διὰ τὴν Σάῤῥαν προτιμηθῆναι τὸν Ἰσαὰκ τοῦ τε Ἰσμαὴλ καὶ τῶν ἀπὸ τῆς Χεττούρας γενομένων παίδων τῷ Ἀβραὰμ, τί ἂν εἴπῃς περὶ τῆς Ῥεβέκκας; Ἐνταῦθα γὰρ καὶ μία μήτηρ, καὶ εἷς πατὴρ, καὶ μία σύλληψις· δίδυμοι γὰρ οἱ παῖδες. Τοῦτο γὰρ εἶπεν· «Ἐξ ἑνὸς κοίτην ἔχουσα· ἀντὶ τοῦ, Κατὰ τὸν αὐτὸν καιρὸν ἀμφοτέρους συνέλαβεν. Ἀλλ' ὅμως ὁ μὲν θεοφιλὴς, ὁ δὲ τῆς θείας κηδεμονίας ἀνάξιος. Καὶ οὐκ ἀνέμεινεν ὁ Θεὸς τῶν πραγμάτων τὴν πεῖραν, ἀλλ' ἔτι κυϊσκομένων τὴν τούτων διαφορὰν προηγόρευσε. Προηγόρευ[ς]ε δὲ, τὴν τούτων πρόθεσιν προμαθών. Οὐ γὰρ ἄδικος ἡ ἐκλογὴ, ἀλλὰ τῇ προθέσει τῶν ἀνθρώπων συμβαίνουσα. Εἶτα καὶ προφητικὴν μαρτυρίαν προσφέρει. Καθὼς γέγραπται· Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα. Οὐ τοίνυν τῇ φύσει προσέχει, ἀλλὰ ἀρετὴν μόνην ἐπιζητεῖ. Τοῦτο γὰρ διὰ πλειόνων κατασκευάζει. ιδʹ. Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο. Οὐκ ἔχει, φησὶν, ἡ θεία ψῆφος τὸ ἄδικον, ἀλλὰ τῷ δικαίῳ κοσμεῖται. Καὶ τοῦτο δεῖξαι δυνάμενος, καὶ διδάξαι σαφῶς, ὡς οὐ τῇ φύσει προσέχειν ἔθος τῷ τῶν ὅλων Θεῷ, ἀλλ' ὅτι γνώμην ἀρίστην ἐπιζητεῖ· καὶ ἀναμνῆσαι αὐτοὺς, ὡς πολλοῖς πολλάκις παρεδόθησαν πολεμίοις, οὐδεμιᾶς διὰ τοὺς προγόνους φειδοῦς ἀπολαύσαντες, ἐπειδὴ τὴν ἐκείνων