Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.156
Not analysed yet
οὐκ ἐζήλωσαν ἀρετήν· καὶ ὅτι Βαβυλωνίοις μὲν αὐτοὶ παρεδόθησαν ἅπαντες· Ἀβιμέλεχ δὲ, καὶ δοῦλος ὢν, καὶ Αἰθίοψ, σωτηρίας τετύχηκε διὰ τὴν εὐσέβειαν· τοῦτο μὲν οὐ ποιεῖ, πλῆξαι μὴ βουλόμενος· δείκνυσι δὲ τὰς θείας οἰκονομίας ὑπερβαινούσας τὸν ἀνθρώπινον λογισμὸν, καὶ πολλοὺς μὲν παρανομίας τολμῶντας, οὐ πάντας δὲ δίκας εἰσπραττομένους. Καὶ γὰρ ἐν τῇ ἐρήμῳ οἱ πλεῖστοι μὲν τοῦ μόσχου τὴν εἰκόνα προσεκύνησαν ὡς Θεὸν, ἀλλ' οὐχ ἅπαντες ἔδοσαν δίκας· ἀλλ' οἱ μὲν ἐκολάσθησαν, οἱ δὲ ταῖς ἐκείνων τιμωρίαις ἐσωφρονίσθησαν. Οὕτω τὸν Φαραὼ τιμωρούμενος, πολλοῖς ὠφέλειαν διὰ τούτου προσήνεγκε. Καὶ ταῦτα τέθεικεν ὁ θεῖος Ἀπόστολος. Λέγει δὲ οὕτως· ιεʹ. Τῷ γὰρ Μωσῇ λέγει· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. Ταῦτα δὲ ἐπὶ τῆς μοσχοποιίας εἴρηκεν ὁ Θεός. Ἀναγκαίως δὲ καὶ τοῦ Μωσέως ἐμνημόνευσεν, ἵνα καὶ διὰ τοῦ εἰρηκότος, καὶ διὰ τοῦ ἀκηκοότος, δείξῃ τῶν εἰρημένων τὸ ἀξιόπιστον. Εἶτα ἐπισυλλογίζεται· ιϛʹ. Ἄρα οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Καὶ τὴν λύσιν οὐκ ἐπάγει, ἀλλ' ἐπιτείνει τῇ τῶν ἐπιφερομένων προσθήκῃ τὴν ζήτησιν. ιζʹ. Λέγει γὰρ ἡ Γραφὴ τῷ Φαραὼ, ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. Εἶτα πάλιν συλλογιστικῶς ἐπάγει· ιηʹ. Ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. Σαφῆ, φησὶ, ταῦτα τὰ γράμματα. Οὐ γὰρ ἑτέρωθεν αὐτὰ συλλέξας προσφέρω· αὐτοῦ ἤκουσας τοῦ Θεοῦ εἰρηκότος· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. Αὐτοῦ πάλιν ἐστὶ τὰ περὶ τοῦ Φαραὼ εἰρημένα. Αὐτὸς καταλιπὼν τὸν Ἰσμαὴλ καὶ τοὺς ἀπὸ τῆς Χεττούρας, τὸν Ἰσαὰκ ἐξελέξατο· αὐτὸς καὶ τὸν Ἰακὼβ τοῦ Ἡσαῦ προτετίμηκε, καίτοι ἐν μιᾷ γαστρὶ κατὰ ταυτὸν τὴν διάπλασιν αὑτῶν δεξαμένων. Τί τοίνυν θαυμάζεις, εἰ καὶ νῦν ταυτὸ τοῦτο πεποίηκε, καὶ τοὺς ἐξ ὑμῶν πεπιστευκότας ἐδέξατο, τοὺς δὲ τὴν ἀκτῖνα ταύτην μὴ δεξαμένους ἀπώσατο; Ἀλλὰ τοῦτο μὲν τέως οὐ λέγει, αὔξει δὲ τῶν ζητημάτων τὴν ἀπορίαν, καί φησι· ιθʹ. Ἐρεῖς οὖν μοι, τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν· Εἰ γὰρ ὃν θέλει ἐλεεῖ, καὶ ὃν θέλει σκληρύνει, τῆς αὐτοῦ βουλῆς ἐξήρτηται τῶν ἀνθρώπων ἡ γνώμη. Εἰ δὲ τοῦθ' οὕτως ἔχει, οὐκ ἐν δίκῃ τοῖς ἁμαρτάνουσιν ἐπιφέρει τὰς τιμωρίας. Ἀντιστῆναι γὰρ τοῖς αὐτῷ δοκοῦσιν οὐχ οἷόν τε. Οὕτω τὴν ἀπορίαν τῷ πλήθει τῶν ζητημάτων αὐξήσας, καὶ τὰς ἀντιθέσεις πάσας προστεθεικὼς, ἐπήγαγε· κʹ. Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Ἐπειδὴ εἶπας, φησί· Τῷ