Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.168
Not analysed yet
ιδʹ, ιεʹ. Πῶς οὖν ἐπικαλέσονται, εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ πιστεύσουσιν, οὗ οὐκ ἤκουσαν; Πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος; Πῶς δὲ κηρύξουσιν, ἐὰν μὴ ἀποσταλῶσι; Προσήκει, φησὶ, πρότερον πιστεῦσαι, εἶτα ἐπικαλέσασθαι. Ἀδύνατον δὲ πιστεῦσαι τὸν διδασκαλίας οὐκ ἀπολαύσαντα· ταύτης δὲ τυχεῖν οὐχ οἷόν τε τῶν κηρυττόντων οὐκ ὄντων· καὶ τούτους πάλιν ἡ χειροτονία ποιεῖ. Οὕτω ταῦτα ὡς εἰς ἀπολογίαν τεθεικὼς Ἰουδαίων, δι' αὐτῶν αὔξει τὴν κατ' ἐκείνων κατηγορίαν· καὶ τελευταῖον πρῶτον τέθεικε, τὸ τῆς τῶν κηρύκων ἀποστολῆς, δεικνὺς ἄνωθεν ταῦτα προτεθεσπισμένα. Καὶ γὰρ ἀκόλουθον ἦν τοῦτο πρὸ τῶν ἄλλων ἐπιδεῖξαι. Δεῖ γὰρ πρῶτον χειροτονηθῆναι τοὺς κήρυκας, εἶτα κηρύξαι, ἔπειτα τῶν κηρυγμάτων ἀκοῦσαι, καὶ τηνικαῦτα πιστεῦσαι. Φέρει τοίνυν τοῦ Ἡσαΐου τὴν προφητείαν, καί φησιν· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά. Καὶ γὰρ τοῖς ἀποστόλοις ὁ Κύριος ἐνετείλατο εἰς οἰκίαν εἰσιοῦσι λέγειν· «Εἰρήνη τῷ οἴκῳ τούτῳ.» Κατεμήνυον γὰρ τὰς θείας καταλλαγὰς, εὐηγγελίζοντο δὲ καὶ τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν. Τούτων τοὺς πόδας ὡραίους ἀποκαλεῖ, ὡς τὸν καλὸν τρέχοντας δρόμον, ὡς ὑπὸ τῶν Δεσποτικῶν ἀπονιφθέντας χειρῶν. Οὕτω τὴν περὶ τῶν κηρύκων μαρτυρίαν παραγαγὼν, κατ' ἐρώτησιν λέγει· ιϛʹ. Ἀλλ' οὐ πάντες ὑπήκουσαν τῷ Εὐαγγελίῳ; Εἶτα κατὰ ἀπόκρισιν· Ἠσαΐας λέγει· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Οὐδὲ τοῦτο, φησὶν, ἐσίγησεν ἡ θεία Γραφὴ, ἀλλὰ καὶ τοῦτο ἄνωθεν διὰ Ἡσαΐου προείρηκεν ὁ Θεός. Εἶτα συλλογιστικῶς· ιζʹ. Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ. Οὐκοῦν ὁ ἀπιστῶν, τοῖς θείοις λογίοις διαπιστεῖ· καὶ ὁ πιστεύων θεῖα δεχόμενος ῥήματα, καρπὸν προσφέρει τῆς ἀκοῆς, τὴν πίστιν. ιηʹ. Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; Καὶ τοῦτο πάλιν κατ' ἐρώτησιν ἀναγνωστέον. Εἶτα κατὰ ἀπόκρισιν· Μενοῦν γε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Πῶς γὰρ οἷόν τε ἦν Ἰουδαίους μὴ ἀκοῦσαι τῶν κατὰ τὴν οἰκουμένην ἀκηκοότων ἐθνῶν; Πρώτοις γὰρ αὐτοῖς τῆς ἀληθείας οἱ κήρυκες προσήνεγκαν τὰ κηρύγματα. Καὶ γὰρ αὐτὸς ὁ Κύριος πρὸς αὐτοὺς ἔφη· «Πορεύεσθε μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων· «Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ.» Ὁ