Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.169
Not analysed yet
δὲ θεῖος Ἀπόστολος ἐπέμεινε τῷ σχήματι, διὰ τῆς ἐρωτήσεως καὶ ἀποκρίσεως σαφέστερον ἀποφαίνων τὸν λόγον. Πάλιν γὰρ κατ' ἐρώτησιν ἀναγνωστέον· ιθʹ. Ἀλλὰ λέγω· Μὴ οὐκ ἔγνω Ἰσραήλ; Τὰ δὲ ἑξῆς κατὰ ἀπόκρισιν· Πρῶτος Μωσῆς λέγει· Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. Ἀσυνέτους δὲ ἡμᾶς προσηγόρευσε, τὴν πρὸ τῆς πίστεως ἡμῶν ἀφροσύνην ἐπιδεικνύς. Τοῦτο γὰρ καὶ ὁ θεῖος Ἀπόστολος ἔφη· «Ἦμεν γὰρ καὶ ἡμεῖς ποτε ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοὶ, μισοῦντες ἀλλήλους.» Ταύτῃ διαφερόντως ἠνίασεν Ἰουδαίους ὁ Θεός. Οὐδὲ γὰρ αὐτοὺς οὕτως ἀλγύνει ἡ δουλεία, καὶ ἡ διασπορὰ, καὶ ἡ τοῦ ναοῦ ἐρημία, ὡς ἡ τῶν ἐθνῶν εὐσέβειά τε καὶ περιφάνεια. κʹ. Ἡσαΐας δὲ ἀποτολμᾷ, καὶ λέγει· Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Ἔδειξε κατὰ ταυτὸν καὶ τῆς τῶν ἐθνῶν θεογνωσίας τὴν πρόῤῥησιν, καὶ τὴν Ἰουδαίων μιαιφονίαν. Τὸ γὰρ, ἀποτολμᾷ, τοῦτο δηλοῖ. Οὐκ ἔδεισε, φησὶ, φονῶντας Ἰουδαίους, καὶ μεμηνότας, ἀλλὰ σὺν παῤῥησίᾳ πολλῇ τὴν τῶν ἐθνῶν προεκήρυξε σωτηρίαν. Προεθέσπισε δὲ καὶ τῶν Ἰουδαίων τὴν ἀπιστίαν· τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. καʹ. Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. Τὸ δὲ, ὅλην τὴν ἡμέραν, τὸ διηνεκὲς λέγει. Τοῦτο γὰρ καὶ ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας, πᾶσαν ἡμέραν, ἡρμήνευσαν. Οὕτω δείξας τοὺς θαυμασίους προφήτας, καὶ Ἰουδαίων κατηγοροῦντας, καὶ τὴν τῶν ἐθνῶν προκηρύττοντας πίστιν, δοκεῖ μὲν αὐτοῖς διὰ τῶν ἑξῆς ψυχαγωγίαν προσφέρειν, αὔξει δὲ τὴν τῶν ἀπίστων κατηγορίαν.