Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.217
Not analysed yet
πης τοῦ Πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεὸν, ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ, καὶ ἵνα ἡ διακονία μου ἡ εἰς Ἱερουσαλὴμ εὐπρόσδεκτος γένηται τοῖς ἁγίοις. Ποίαις ἄν τις εὐφημίαις ἀξίαις τὴν μακαρίαν ταύτην καὶ τρισμακαρίαν κεφαλὴν στεφανώσει; Πρῶτον μὲν γὰρ καὶ ᾔδει τὰ συμβησόμενα καὶ προλέγει ταῦτα. Καὶ γὰρ ἐν Μιλήτῳ τοῖς Ἐφεσίων ἔλεγε πρεσβυτέροις, ὅτι «Κατὰ πόλιν διαμαρτύρεταί με τὸ Πνεῦμα, ὅτι δεσμά με καὶ θλίψεις μένουσι· καὶ τοῦ Ἀγάβου δὲ ταῦτα αὐτὰ προειπόντος, καὶ πάντων ὀδυρομένων, καὶ ἐπισχεῖν αὐτὸν πειρωμένων, ὁ θεῖος εἶπεν ἀνήρ· «Τί κλαίετε, καὶ συνθρύπτετέ μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἕτοιμός εἰμι ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Καὶ ἐνταῦθα προείρηκεν, ὅτι καὶ Ῥωμαίους ὄψεται καὶ Σπανούς. Προστέθεικε δὲ ὅτι καὶ ἐν πληρώματι εὐλογίας τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσεται. Εἶτα ὡς ἀκριβῶς θεωρῶν τὴν τῶν Ἰουδαίων μανίαν, καὶ τὰς τούτων ἐπήγγειλε προσευχὰς, οὐ μόνον ἕνεκα τῶν ἀπειθούντων, ἀλλὰ καὶ τῶν πιστευόντων. Οὐδὲ γὰρ ἐκεῖνοι περὶ αὐτὸν φιλοστόργως διέκειντο, παραβάτην εἶναι τοῦ νόμου νομίζοντες. Οὗ δὴ χάριν προστέθεικε· Καὶ ἵνα ἡ διακονία μου εἰς Ἱερουσαλὴμ εὐπρόσδεκτος γένηται τοῖς ἁγίοις. Μετὰ μυρίων αὐτὰ συνέλεξε πόνων, παντοδαπὰς τοῖς μαθηταῖς παραινέσεις προσφέρων, καὶ τοὺς δεχομένους ἀγωνιᾷ, μὴ τὸ μῖσος νικήσῃ τὴν χρείαν. λβʹ. Ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς διὰ θελήματος Θεοῦ, καὶ συναναπαύσωμαι ὑμῖν. Οὐδὲ τὰ καλὰ δίχα τοῦ θείου θελήματος διαπράττεσθαι βούλεται. λγʹ. Ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν. Ἀμήν. —Θεὸν εἰρήνης οὐχ ἁπλῶς ἐνταῦθα τὸν Θεὸν προσηγόρευσεν, ἀλλὰ καὶ ὡς αὐτὸς ταύτης δεόμενος, διά τε τοὺς προφανῶς πολεμοῦντας, καὶ τοὺς ὑπόπτως περὶ αὐτὸν διακειμένους· καὶ ἐκείνοις ταύτην ἐπευχόμενος, δι' ἣν εἶχον πρὸς ἀλλήλους ἀμφιβολίαν τῶν νομικῶν χάριν παρατηρήσεων. ΚΕΦΑΛ. Ιϛʹ. αʹ—γʹ. Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν διάκονον τῆς Ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς· ἵνα αὐτὴν προσδέξησθε ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι· καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη, καὶ ἐμοῦ αὐτοῦ. Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ. Αἱ Κεγχρεαὶ κώμη τίς ἐστι τῆς Κορίνθου μεγίστη. Ἄξιον τοίνυν θαυμάσαι τοῦ κηρύγματος τὴν ἰσχύν. Ἐν ὀλίγῳ γὰρ χρόνῳ οὐ μόνον τὰς πόλεις τῆς εὐσεβείας, ἀλλὰ καὶ τὰς κώμας ἐπλήρωσε· καὶ