Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.220
Not analysed yet
τοσοῦτον ἦν τῆς τῶν Κεγχρεῶν Ἐκκλησίας τὸ σύστημα, ὡς καὶ γυναῖκα διάκονον ἔχειν, καὶ ταύτην ἀοίδιμόν τε καὶ πολυθρύλλητον. Τοσοῦτον γὰρ εἶχε πλοῦτον κατορθωμάτων, ὡς παρὰ τῆς ἀποστολικῆς γλώττης τοιαύτας εὐφημίας καρπώσασθαι· Προστάτις γὰρ, φησὶ, πολλῶν ἐγενήθη, καὶ ἐμοῦ αὐτοῦ. Προστασίαν δὲ, ὡς οἶμαι, τὴν φιλοξενίαν καὶ κηδεμονίαν καλεῖ· καὶ τιμαῖς αὐτὴν πολλαπλασίαις ἀμείβεται. Αὐτὴ μὲν γὰρ, ὡς εἰκὸς, εἰς μίαν οἰκίαν αὐτὸν ὑπεδέξατο, καὶ πρὸς ὀλίγον χρόνον· δῆλον γὰρ ὃν ἐν Κορίνθῳ διέτριψεν· αὐτὸς δὲ αὐτῇ τὴν οἰκουμένην ἀνέῳξε, καὶ ἐν πάσῃ γῇ καὶ θαλάττῃ περιφανὴς ἡ γυνή· καὶ οὐκ ἔγνωσαν αὐτὴν οἱ Ῥωμαῖοι μόνοι καὶ Ἕλληνες, ἀλλὰ καὶ πάντες οἱ βάρβαροι. Ἡ δὲ μετὰ ταύτην μνημονευομένη καὶ ταύτην ὑπερηκόντισε Τὴν γὰρ Πρίσκιλλαν, ἢ Πρίσκαν (ἀμφότερα γὰρ ἔστιν εὑρεῖν ἐν τοῖς βιβλίοις) καὶ τὸν Ἀκύλαν συνεργοὺς καλεῖ, καὶ προστίθησι τὸ, ἐν Χριστῷ Ἰησοῦ, ἵνα μή τις ὑπολάβῃ τὴν κοινωνίαν τῆς τέχνης αἰνίττεσθαι· σκηνοποιοὶ γὰρ ἦσαν καὶ οὗτοι. Λέγει δὲ καὶ ἑτέραν ἀγωνίαν μεγίστην. δʹ. Οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν. Προστίθησι τῷ ἰδίῳ καὶ τὸ κοινόν· Οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ Ἐκκλησίαι τῶν ἐθνῶν. Λέγει δὲ καὶ ἑτέραν ἀρετὴν ἀξιέπαινον. Ἀσπάζεται γὰρ εʹ. Καὶ τὴν κατ' οἶκον αὐτῶν ἐκκλησίαν. Δηλοῖ δὲ ὁ λόγος τὴν τῆς εὐσεβείας ὑπερβολήν. Πάντες γὰρ, ὡς εἰκὸς, τοὺς οἰκείους τὴν ἄκραν ἐδίδαξαν ἀρετὴν, καὶ τὰς θείας λειτουργίας ἔνδον ἐπετέλουν προθύμως. Τούτων μέμνηται καὶ ὁ θεῖος Λουκᾶς, καὶ διδάσκει πῶς τὸν Ἀπολλὼ πρὸς τὴν ἀλήθειαν ἐποδήγησαν. Ἀσπάσασθε Ἐπαινετὸν τὸν ἀγαπητόν μου· ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστόν. Πρῶτος δὲ, ὡς εἰκὸς, παντὸς τοῦ ἔθνους ἐπίστευσεν· οὗ δὴ χάριν καὶ τῆς ἀπαρχῆς τὴν προσηγορίαν ἐδέξατο. ϛʹ. Ἀσπάσασθε Μαριὰμ, ἥτις πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς. Ἄλλη πάλιν γυνὴ ὑπὸ τῶν οἰκείων πόνων στεφανουμένη. ζʹ. Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου, καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ. Πολλὰ κατὰ ταυτὸν τὰ ἐγκώμια· καὶ πρῶτον μὲν ὅτι κοινωνοὶ τῶν τοῦ θείου Παύλου κινδύνων. Συναιχμαλώτους γὰρ, ὡς τῶν παθημάτων αὐτῷ συμμετασχόντας, ἐκάλεσεν. Ἔπειτα ἐπισήμους εἶναι λέγει, οὐκ ἐν τοῖς μαθηταῖς, ἀλλ' ἐν τοῖς διδασκάλοις, οὐδὲ ἐν τοῖς τυχοῦσι διδασκάλοις, ἀλλ' ἐν τοῖς ἀποστόλοις. Ἐπαινεῖ δὲ αὐτοὺς καὶ ἀπὸ τοῦ χρόνου τῆς πίστεως· Πρὸ ἐμοῦ γὰρ, φησὶ, γεγόνασιν ἐν Χριστῷ· μετ' αὐτοὺς γὰρ ἐκλήθην ἐγώ. Ἐγὼ δὲ πανταχοῦ θαυμάζω τῆς θεσπεσίας κεφαλῆς τὸ μέτριον φρόνημα.