Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.240
Not analysed yet
κθʹ. «Ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ.» Εἰ γὰρ εὐθὺς ἐξ ἀρχῆς τοὺς πλούτῳ κομῶντας, καὶ σοφιστικῇ τέχνῃ σεμνυνομένους ἐκλεξάμενος ἀπέφηνε κήρυκας, οὐ μόνον οἱ ἀντιλέγοντες, ἀλλὰ καὶ αὐτοὶ ἂν ἐβλάβησαν οἱ κηρύττοντες, διὰ τὴν σφετέραν δύναμιν περιγεγενῆσθαι τῆς πλάνης νομίζοντες. λʹ, λαʹ. «Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις. Καθὼς γέγραπται· Ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω.» Τὸ ἐξ αὐτοῦ οὐ κατὰ τὸν δημιουργίας ἔφη λόγον, ἀλλὰ κατὰ τὸν τῆς σωτηρίας. «Ὅσοι γὰρ, φησὶν, ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν.» Ἐπειδὴ γὰρ εἶπεν, ὅτι τὰ μωρὰ τοῦ κόσμου, καὶ τὰ ἀσθενῆ, καὶ τὰ ἀγενῆ ἐξελέξατο ὁ Θεὸς, ἀναγκαίως ἐπήγαγεν· Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε, τὴν δωρηθεῖσαν διδάσκων εὐγένειαν. Ὑπέδειξε δὲ καὶ τὸν τῆς γεννήσεως τρόπον εἰπὼν Ἐν Χριστῷ Ἰησοῦ. Οὐ γὰρ ἐν τῷ δεῖνι καὶ δεῖνι ἐπονομάζεσθε, ἀλλ' ἐν τῷ Χριστῷ ἀναγεννήσεως ἠξιώθητε. Αὐτὸς ὑμῖν τὴν ἀληθῆ σοφίαν ἐδωρήσατο, αὐτὸς ὑμῖν τῶν ἁμαρτημάτων τὴν ἄφεσιν ἐχαρίσατο, καὶ τῆς δικαιοσύνης ἠξίωσε, καὶ ἁγίους ἀπέφηνεν ἐκ τῆς τοῦ διαβόλου λυτρωσάμενος τυραννίδος. Προσήκει τοίνυν ὑμᾶς μὴ ἐπ' ἀνθρώποις αὐχεῖν, ἀλλ' ἐπὶ τῷ σεσωκότι Θεῷ. ΚΕΦΑΛΑΙΟΝ Βʹ. αʹ. «Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοὶ, ἦλθον οὐ καθ' ὑπεροχὴν λόγου, ἢ σοφίας, καταγγέλλων ὑμῖν τὸ Εὐαγγέλιον τοῦ Θεοῦ.» Λόγον τὴν εὐγλωττίαν λέγει· σοφίαν δὲ τῶν λόγων, τὴν τέχνην. Οὐδετέρῳ τούτων, φησὶν, ἐχρησάμην πρὸς ὑμᾶς ἀφικόμενος. βʹ. «Οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον.» Καλῶς τὸ ἔκρινα τέθεικε, διδάσκων ὡς ἠδύνατο καὶ τὸν περὶ τῆς θεολογίας αὐτοῖς λόγον προσενεγκεῖν· ἀλλ' ὅμως μόνην τὴν περὶ τῆς οἰκονομίας ἐποιήσατο διδασκαλίαν, ἐπὶ τῷ Δεσποτικῷ σεμνυνόμενος πάθει. γʹ. «Καὶ ἐγὼ ἐν ἀσθενείᾳ, καὶ ἐν φόβῳ, καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς.» Αἰκιζόμενος, καὶ στρεβλούμενος, καὶ καθειργόμενος διετέλεσα. δʹ. «Καὶ ὁ λόγος μου, καὶ τὸ κήρυγμά μου, οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως.» Ἐμαρτύρει γὰρ τῷ κηρύγματι ἡ θαυματουργία τοῦ Πνεύματος· μάλα δὲ ἁρμοδίως συνέταξε τῇ ἀσθενείᾳ τῶν παθημάτων τὴν τοῦ Πνεύματος δύναμιν.