Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.241
Not analysed yet
εʹ. «Ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ' ἐν δυνάμει Θεοῦ.» Τούτου γὰρ χάριν οὐκ εἴασεν ἡμᾶς εὐγλωττίᾳ χρήσασθαι ὁ Δεσπότης, ἵνα ὑμῶν ἡ πίστις ἀνύποπτος φαίνηται, οὐ δεινότητι λόγων ὑπαχθεῖσα, ἀλλὰ τῇ δυνάμει ποδηγηθεῖσα τοῦ Πνεύματος. ϛʹ. «Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ, οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων.» Ἐπειδὴ μωρίαν ἐν τοῖς πρόσθεν τὸ κήρυγμα προσηγόρευσε, τῇ παρὰ τῶν ἀπίστων προσφερομένῃ προσηγορίᾳ χρησάμενος, ἀναγκαίως δείκνυσι τοῦτο σοφίαν καὶ ὂν καὶ καλούμενον παρὰ τοῖς εἰλικρινῆ καὶ τελείαν δεξαμένοις πίστιν. Ἄρχοντας δὲ τοῦ αἰῶνος, σοφιστὰς λέγει, καὶ ποιητὰς, καὶ φιλοσόφους, καὶ ῥήτορας, ὡς ἐκ τῆς εὐγλωττίας κατὰ τὸν παρόντα βίον τὴν περιφάνειαν ἔχοντας. ζʹ. «Ἀλλὰ λαλοῦμεν σοφίαν Θεοῦ ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν.» Οὐ τοῦτο λέγει, ὅτι ἐν μυστηρίῳ λαλοῦμεν, ἀλλὰ τὴν ἀποκεκρυμμένην ἐν μυστηρίῳ σοφίαν τοῖς ἀνθρώποις προσφέρομεν· ἣν οὐκ ἔκ τινος μεταμελείας νῦν ὁ Θεὸς ᾠκονόμησεν, ἀλλ' ἄνωθεν καὶ ἐξ ἀρχῆς προώρισε τὴν ἐντεῦθεν ἡμῖν πραγματευόμενος δόξαν. Οὐ γὰρ μόνην σωτηρίαν, ἀλλὰ καὶ δόξαν χορηγεῖ τοῖς πιστεύουσιν. ηʹ. «Ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.» Ἄρχοντας τοῦ αἰῶνος τούτου προσηγόρευσε, τὸν Πιλάτον, τὸν Ἡρώδην, τὸν Ἄνναν, τὸν Καϊάφαν, καὶ τοὺς ἄλλους τῶν Ἰουδαίων ἄρχοντας. Τούτους δὲ λέγει τὸ θεῖον ἠγνοηκέναι μυστήριον, καὶ διὰ τοῦτο τὸν Δεσπότην ἐσταυρωκέναι. Οὗ δὴ χάριν καὶ ὁ Κύριος σταυρούμενος ἔλεγε· «Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν.» Εἰ γὰρ ἔγνωσαν ὡς τὸ σωτήριον πάθος, αὐτοὺς μὲν εἰς τὴν οἰκουμένην διασκεδάσει, τῆς δὲ σωτηρίας μεταδώσει τοῖς ἔθνεσιν, οὐκ ἂν τὸ πάθος ἐτόλμησαν. Διὰ τοῦτο συγγνώμης αὐτοὺς ὁ Δεσπότης ἠξίωσε. Μετὰ μέντοι τὴν ἐκ νεκρῶν ἀνάστασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν, καὶ τὴν τοῦ παναγίου Πνεύματος ἐπιφοίτησιν, καὶ τὰς παντοδαπὰς τῶν ἀποστόλων θαυματουργίας, ἐπιμείναντας τῇ ἀπιστίᾳ τῇ πολιορκίᾳ παρέδωκε. Κύριον δὲ δόξης τὸν ἐσταυρωμένον ἐκάλεσεν, οὐ τῇ θεότητι περιάπτων τὸ πάθος, ἀλλὰ τῆς τῶν ἡμαρτηκότων παρανομίας δεικνὺς τὴν ὑπερβολήν. θʹ. «Ἀλλὰ καθὼς γέγραπται· Ἃ ὀφθαλμὸς οὐκ οἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Ἐπειδὴ τῆς τῶν Ἰουδαίων ἀγνοίας ἐμνήσθη, καὶ τὸ τῆς οἰκονομίας μυστήριον ἀποκεκρύφθαι εἴρηκεν, ἀναγκαίως προστέθεικεν, ὡς ἃ μηδεὶς μήτε ἤκουσε.