Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.285
Not analysed yet
ληʹ. «Ὥστε καὶ ὁ ἐγγαμίζων καλῶς ποιεῖ· ὁ δὲ μὴ ἐγγαμίζων κρεῖσσον ποιεῖ.» Ἔδειξε τὸ μὲν καλὸν, τὸ δὲ κάλλιστον· καὶ τῶν τοῦ γάμου κατηγορούντων αἱρετικῶν τὰς γλώσσας ἐπέδησεν. Ἀναγκαῖον δὲ νενόμικε καὶ ταῖς χήραις συμβουλεῦσαι τὰ πρόσφορα. λθʹ. «Γυνὴ δέδεται νόμῳ ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ.» Τουτέστιν ὁμοπίστῳ, εὐσεβεῖ, σωφρόνως, ἐννόμως. μʹ. «Μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτω μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην.» Πάλιν οὐ νόμον τέθεικεν, ἀλλὰ συμβουλὴν εἰσήνεγκεν. Ἀξιόπιστον δὲ ταύτην ποιῶν ἐπήγαγε· «Δοκῶ δὲ κἀγὼ πνεῦμα Θεοῦ ἔχειν.» Οὐκ ἐμοῦ, φησὶ, τὰ ῥήματα, ἀλλὰ τῆς τοῦ παναγίου Πνεύματος χάριτος· ὄργανον γὰρ ἐκείνης ἐγώ. Ἐπισημήνασθαι μέντοι χρὴ, ὡς οὐ χρὴ ἁπλῶς καλεῖν μακαρίαν τὴν ἐγκρατευομένην· ἀλλὰ μακαριωτέραν ἐκάλεσε, διδάσκων ὡς οὐδὲ ἡ δευτέροις ὁμιλοῦσα γάμοις ἀθλία, ἀλλὰ μακαρία, κατὰ τὸν ἀποστολικὸν νόμον συναπτομένη. Ἡ γὰρ σύγκρισις κἀκείνην μακαρίαν ἀπέφηνεν. Ἱκανὴ δὲ καὶ αὕτη τῶν Νοουάτου κατηγορία, οἳ τῆς διγαμίας ὡς πορνείας κατηγοροῦσιν, ἄντικρυς τοῖς ἀποστολικοῖς ἐναντιούμενοι νόμοις. Ταῦτα μετὰ τὴν προτέραν γράψας κατηγορίαν, καὶ τὴν ἁρμόττουσαν γάμου καὶ ἀγαμίας, καὶ μέντοι καὶ χηρείας καὶ παρθενίας εἰσενεγκὼν συμβουλὴν, πάλιν ἑτέρας ἅπτεται κατηγορίας, ἧς ἐν κεφαλαίῳ τὴν ὑπόθεσιν προειπεῖν ἀναγκαῖον. Τινὲς τῶν ἐν Κορίνθῳ ἴσως πεπιστευκότων, συνήθεις ἔχοντες καὶ γνωρίμους τινὰς ἐπὶ τῇ πλάνῃ κατεχομένους, συνησθίοντο τούτοις ἐν τοῖς τῶν εἰδώλων ναοῖς, οὐχ ὡς εἰδωλοθύτων δῆθεν τῶν παρατιθεμένων μεταλαμβάνοντες, ἀλλ' ὡς πεπεισμένοι πάντα εἶναι τοῦ Θεοῦ ποιήματα. Ἀλλὰ τοῖς οὐδέπω ταύτην ἐσχηκόσι τὴν γνῶσιν ἄγαν ἐλωβᾶτο τὸ παρὰ τούτων γινόμενον· τοὺς γὰρ ἐν αὐτοῖς διαπράττοντας ἀδεῶς τῶν εἰδωλοθύτων ὁρῶντες μεταλαμβάνοντας, προετρέποντο ταὐτὸ τοῦτο ποιεῖν, καὶ μεῖζον ἐγίνετο τὸ πλημμέλημα. Οὐδὲ γὰρ κατὰ τὸν ἐκείνων σκοπὸν μετελάμβανον καὶ οὗτοι· ἀλλ' ὡς εἰδωλόθυτα ἤσθιον, τὴν ἐκείνων γνῶσιν οὐκ ἔχοντες. Τοῦτο μαθὼν ὁ θεῖος Ἀπόστολος, κατηγορεῖ τοῦ γινομένου, καὶ φάρμακα προσφέρει τῷ πάθει παντοδαπά. ΚΕΦΑΛΑΙΟΝ Ηʹ. αʹ. «Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν.» Μετά τινος εἰρωνείας αὐτοῖς τὴν γνῶσιν προσεμαρτύρησεν. Ὅτι γὰρ οὐκ ἀληθῶς ταύτην αὐτοὺς ἔχειν εἴρηκε, διδάσκει μετὰ ταῦτα. Λέγει γάρ· «Εἰ δέ τις δοκεῖ εἰδέναι τίς οὐδέπω οὐδὲν ἔγνωκε καθὼς δεῖ γνῶναι.» Εἰρωνικῶς τοίνυν τέθεικε τὸ, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Εἶτα ἐπάγει· «Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ.» Κρείττων ἡ ἀγάπη τῆς γνώσεως. Ἡ μὲν