Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.288
Not analysed yet
γὰρ ἐπαίρει πολλάκις τοὺς οὐ καλῶς αὐτῇ κεχρημένους· ἡ δὲ προμηθεῖται τῆς τοῦ πέλας εὐεργεσίας· τοῦτο γὰρ λέγει, οἰκοδομεῖ. Κατηγορεῖ δὲ αὐτῶν ὁ λόγος, ὡς ἀγάπης ἐστερημένων. Εἰ γὰρ ταύτην ἐκέκτηντο, τῆς τῶν ἀσθενεστέρων ἂν ὠφελείας ἐπεμελήθησαν. βʹ. «Εἰ δέ τις δοκεῖ εἰδέναι τι, οὐδέπω ἔγνωκε καθὼς δεῖ γνῶναι.» Ἔδειξεν αὐτοὺς οὐ μόνον τῆς ἀγάπης γεγυμνωμένους, ἀλλὰ καὶ τῆς γνώσεως, ἐφ' ἧς μέγα ἐφρόνουν, ἐστερημένους. Ἀορίστως δὲ τὴν κατηγορίαν ποιεῖται, θεραπεύειν μᾶλλον ἢ πλήττειν βουλόμενος. γʹ. «Εἰ δέ τις ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται ὑπ' αὐτοῦ.» Πολλῆς ἡμῖν δεῖ γνώσεως, καὶ ταύτην λαβεῖν τελείαν κατὰ τὸν παρόντα βίον τῶν ἀδυνάτων. Ἀγαπήσωμεν τοίνυν τὸν Θεὸν, ἵνα τῆς παρ' αὐτοῦ τύχωμεν προμηθείας. Καὶ γὰρ τοῦτο μετὰ πολλῆς τέθεικεν ἀκριβείας. Οὐ γὰρ εἶπεν· Ὁ ἀγαπῶν τὸν Θεὸν ἔγνω αὐτὸν, ἀλλ' ἔγνωσται ὑπ' αὐτοῦ, ἀντὶ τοῦ, τῆς παρ' αὐτοῦ κηδεμονίας τυγχάνει. Οὕτω καὶ ὁ μακάριος ἔφη Μωϋσῆς πρὸς αὐτὸν τῶν ὅλων Θεόν· «Σύ μοι εἶπας· Εὗρες χάριν παρ' ἐμοὶ, καὶ οἶδά σε παρὰ πάντας.» Οὐκοῦν τὸ ἔγνωσται ὑπ' αὐτοῦ τὴν πλείονα τοῦ Θεοῦ κηδεμονίαν δηλοῖ. δʹ. «Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς ἕτερος εἰ μὴ εἷς.» Οἶδα, φησὶ, ταῦτα, ἃ καὶ ὑμεῖς λέγειν εἰώθατε· παρ' ἐμοῦ γὰρ ταῦτα μεμαθήκατε λέγειν· οἶδα ὡς ἄψυχα τὰ εἴδωλα, καὶ ἀναίσθητα, καὶ ὅτι εἷς Θεὸς ὁ τῶν ὅλων ποιητὴς καὶ Δεσπότης. εʹ. «Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ τῆς γῆς, ὥσπερ εἰσὶ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοί.» Ἕτερον ὁ θεῖος Ἀπόστολος κατασκευᾶσαι βούλεται. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι οὐδεὶς Θεὸς ἕτερος εἰ μὴ εἷς, ἐκήρυττε δὲ καὶ τὸν Χριστὸν Θεὸν, καὶ τὸ πανάγιον δὲ ὡσαύτως Πνεῦμα Πατρὶ καὶ Υἱῷ συνηρίθμει, τοῖς δὲ τὴν ἀκριβῆ θεολογίαν οὐδέπω μεμαθηκόσιν ἀμφεβάλλετο πῶς εἷς Θεὸς, καὶ τοῦ Υἱοῦ Θεοῦ, καὶ μέντοι καὶ τοῦ παναγίου Πνεύματος συνηριθμημένου· ἐκ τῶν παρὰ τῶν ἐναντίων λεγομένων τὰ οἰκεῖα κατασκευάζει, καὶ διδάσκει, ὡς πολλοὺς μὲν Ἕλληνες λέγουσιν εἶναι θεοὺς, τοὺς δὲ αὐτοὺς ὀνομάζουσι καὶ κυρίους. Οὗτοι δὲ οὐδαμῶς εἰσιν, ἀλλ' ἐν ὀνόμασι γνωρίζονται μόνοις. Τοῦτο γὰρ εἶπεν, Εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ τῆς γῆς, ὥσπερ εἰσὶ πολλοὶ θεοὶ καὶ κύριοι πολλοί· τοὺς γὰρ αὐτοὺς καὶ θεοὺς καὶ κυρίους ἐκάλουν. Τὸ δὲ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ τῆς γῆς, κατὰ τὴν Ἑλλήνων μυθολογίαν λέγει. Τοὺς μὲν γὰρ οὐρανίους ἐκάλουν θεοὺς, οἷον τὸν Δία, καὶ τὸν Ἀπόλλωνα, καὶ τὴν Ἥραν, καὶ τὴν Ἀθηνᾶν·