Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.301
Not analysed yet
θαρτον.» Προστίθησι καὶ ἑαυτὸν ἀντὶ τοῦ παραδείγματος. κϛʹ. «Ἐγὼ τοίνυν οὕτω τρέχω, ὡς οὐκ ἀδήλως· οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων.» Ὁρῶ τὰ ἐλπιζόμενα ἀγαθά· οὐ γὰρ ἄδηλός μοι στέφανος, οὐδὲ ματαιοπονῶ τὸν ἀέρα τύπτων, ἀλλὰ τοῖς ἀοράτοις ἀντιπάλοις τὴν πληγὴν ἐπιφέρω. Τοῦτο δὲ ἐκ μεταφορᾶς τῶν παγκρατιαστῶν τέθεικεν. Εἰώθασι γὰρ ἐκεῖνοι γυμναζόμενοι κατὰ τοῦ ἀέρος τὰς χεῖρας κινεῖν. Τίς δὲ τῆς πληγῆς ὁ τρόπος; κζʹ. «Ἀλλ' ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.» Ὥσπερ ἡ τροφὴ τὸν ἀθλητὴν ῥωμαλέον ἐργάζεται, οὕτως ἡ φιλοπονία καὶ ἡ ἐγκράτεια ἐμὲ μὲν ῥώννυσι, τὸν δὲ ἀνταγωνιστὴν καταβάλλει. Κέχρημαι δὲ τούτοις, δεδιὼς καὶ τρέμων μὴ, τοὺς ἄλλους τὸ δέον διδάξας, αὐτὸς τοῦ τέλους τῶν ἀγώνων παντελῶς διαμάρτω. Εἶτα πλεῖον αὐτοὺς δεδίξασθαι βουληθεὶς, τῶν κατὰ τὸν Ἰσραὴλ ἀναμιμνήσκει, καὶ ὅσων ἀπήλαυσαν ἀγαθῶν, καὶ ὅσαις περιέπεσαν τιμωρίαις· καὶ καλεῖ τύπους τούτων ἐκεῖνα, διδάσκων ὡς τὰ ὅμοια πείσονται, τὴν ὁμοίαν ἀπιστίαν κτησάμενοι ΚΕΦΑΛΑΙΟΝ Ιʹ. αʹ—δʹ. «Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάττης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον.» Τύπος, φησὶν, ἐκεῖνα τῶν ἡμετέρων· ἡ θάλασσα γὰρ ἐμιμεῖτο τὴν κολυμβήθραν, ἡ δὲ νεφέλη τὴν χάριν τοῦ Πνεύματος. Μωσῆς δὲ τὸν ἱερέα, ἡ ῥάβδος δὲ τὸν σταυρὸν, ὁ δὲ Ἰσραὴλ διεὶς τοὺς βαπτιζομένους, οἱ διώκοντες δὲ Αἰγύπτιοι τύπον τῶν δαιμόνων ἐπλήρουν, αὐτὸς δὲ ὁ Φαραὼ εἰκὼν ἦν τοῦ διαβόλου. Μετὰ γὰρ δὴ τὴν διάβασιν, τῆς τῶν Αἰγυπτίων οἱ Ἰσραηλῖται δυναστείας ἠλευθερώθησαν· ὡς ἐν τύπῳ δέ τινι καὶ τὸ μάννα οὐρανόθεν ἐδέξαντο. Ἐμιμεῖτο δὲ καὶ ἡ πέτρα τὴν τοῦ Δεσπότου πλευράν. Ἀνέβλυσε γὰρ αὐτοῖς παρ' ἐλπίδα τὰ νάματα. Καὶ τοῦτο διδάσκει σαφέστερον. «Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός.» Βούλεται δὲ εἰπεῖν ὅτι οὐ τοῦτο ἦν ἐκείνοις ἡ πέτρα, ἀλλ' ἡ θεία χάρις, ἡ καὶ τὴν πέτραν ἐκείνην παρ' ἐλπίδα πᾶσαν ἀναδοῦναι τὰ ῥεῖθρα τῶν ὑδάτων παρασκευάσασα. Εἰ γὰρ ἡ πέτρα αὐτοῖς ἠκολούθει, ἢ τὰ τῆς πέτρας ὕδατα, πῶς αὖθις ἐδεήθησαν ὑδάτων; εʹ. «Ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ Θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.» Πλὴν γὰρ Χαλὲβ καὶ Ἰησοῦ τοῦ Ναυῆ, πάντες οἱ ἀριθμηθέντες κατηναλώθησαν. Οὕτω δείξας πάντας μὲν τῶν εὐεργεσιῶν ἀπολαύσαντας, τοὺς δὲ πλείστους οὐδὲν μὲν τῶν θείων δωρεῶν ἀπωναμένους, δίκας δὲ τίσαντας τῆς ἀπειθείας, ἐπήγαγε· ϛʹ—ιʹ. «Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ