Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.304
Not analysed yet
μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνο· ἐπεθύμησαν. Μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν, ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν ἐν μιᾷ ἡμέρᾳ εἴκοσι καὶ τρεῖς χιλιάδες. Μηδὲ ἐκπειράζωμεν τὸν Κύριον, καθὼς καί τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. Μηδὲ γογγύζετε, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.» Ἕκαστον τῶν εἰρημένων ὡς συμβαῖνον τᾶς Κορινθίων πλημμελήμασι τέθεικε· καὶ πρῶτον μὲν τὴν κακὴν ἐπιθυμίαν, δι' ἧς τῶν κακῶν τὰ πλείονα φύεται· εἶτα τὴν εἰδωλολατρείαν, καὶ τὴν γαστριμαργίαν, δι' ἧς ἐκείνη βεβλάστηκε. Καὶ γὰρ οὗτοι, γαστριμαργίᾳ δουλεύοντες, ἐν τοῖς τῶν εἰδώλων ἡστιῶντο ναοῖς. Ἐμνημόνευσε δὲ καὶ τῆς πορνείας, καὶ τῶν διὰ ταύτην ἀναιρεθέντων εἶπε τὸν ἀριθμὸν, τῇ τοῦ πεπορνευκότος ἐμβαλὼν διανοίᾳ τῆς τιμωρίας τὸ δέος. Ἐγόγγυζον δὲ καὶ οἱ τῶν ἐλαττόνων χαρισμάτων τετυχηκότες, ἐπειδὴ μὴ πάντων ἦσαν ἠξιωμένοι. Ἐπείραζον δὲ καὶ οἱ ταῖς διαφόροις κεχρημένοι γλώτταις, κατὰ φιλοτιμίαν μᾶλλον ἢ χρείαν ταύτας ἐπ' Ἐκκλησίας προσφέροντες. ιαʹ. «Ταῦτα δὲ πάντα τύποι συνέβαινον ἐκείνοις.» Ἀντὶ τοῦ, ὡς τύποι· ἐν ἐκείνοις γὰρ τὰ ἡμέτερα συνεγράφετο. «Ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν.» Οὐ γὰρ τῆς ἐκείνων ἕνεκεν ὠφελείας ἀνάγραπτα ταῦτα πεποίηκεν ὁ Θεός. Ποίαν γὰρ οἱ τελευτήσαντες ἐκ τῶν γραμμάτων ὄνησιν ἐκαρπώσαντο; Ἀλλ' ἡμῖν τὸ ἐντεῦθεν φυόμενον πραγματευόμενος κέρδος. Καλῶς δὲ καὶ τοῦ αἰῶνος τὸ τέλος προστέθεικεν, ἐπείγων αὐτοὺς καὶ διεγείρων πρὸς ἐργασίαν τῆς ἀρετῆς. ιβʹ. «Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.» Σὺ, φησὶν, ὁ τὴν γνῶσιν ἔχειν ὑπειληφώς. Ἐπειδὴ πολλὰς καὶ αὐτοὶ παροινίας καὶ ὕβρεις ὑπέμεινον παρὰ τῶν ἀπιστούντων, καὶ εἰκὸς ἦν αὐτοὺς καὶ διὰ τοῦτο μεγαφρονεῖν, ἐπήγαγε· ιγʹ. «Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος.» Ἀντὶ τοῦ, σμικρός. Τούτῳ γὰρ τῷ προσρήματι ἐπὶ τοῦ σμικροῦ κεχρῆσθαι εἴωθεν ὁ θεῖος Ἀπόστολος· ὥσπερ ὅταν λέγει· «Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν·» ἀντὶ τοῦ, σύμμετρον τῇ φύσει. «Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δυνηθῆναι ὑμᾶς ὑπενεγκεῖν.» Ἐδίδαξε δὲ μὴ ἑαυτοῖς θαῤῥεῖν, ἀλλὰ τὴν θείαν ἐπικουρίαν αἰτεῖν. Ταῦτα δὲ πάντα διεξελθὼν, ἐπὶ τὸ προκείμενον ἐπανῆλθε κεφάλαιον.