Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.312
Not analysed yet
Τοῦτο δὲ λέγει ὁ θεῖος Ἀπόστολος, ὅτι παντὸς ἀνδρὸς κεφαλὴ ὁ Χριστός ἐστι, δηλονότι τῶν πιστευόντων. Κεφαλὴ δὲ ἡμῶν ἐστιν, οὐ κατὰ τὴν θεότητα, ἀλλὰ κατὰ τὴν ἀνθρωπότητα. Σῶμα γὰρ αὐτοῦ προσαγορευόμεθα. Τῷ δὲ σώματι ὁμόφυλον εἶναι προσήκει τὴν κεφαλήν. Κατὰ τὴν ἀνθρωπότητα τοίνυν ἡμῶν κεφαλή. Οὐκοῦν καὶ κατὰ ταύτην αὐτοῦ κεφαλὴ ὁ Θεός. Εἰ δὲ καὶ κατὰ τὴν θεότητα βούλονται τοῦτο εἰρῆσθαι, εἰδέτωσαν ὅτι ὥσπερ ἡμῶν ἀνθρωπείαν φύσιν ἐχόντων, πιστευόντων δὲ εἰς αὐτὸν, κατὰ τὴν ἀνθρωπότητα κεφαλὴ χρηματίζει· κατὰ ταύτην γάρ ἐστιν ἡμῖν ὁμοούσιος· οὕτως αὐτοῦ κεφαλὴ χρηματίζων ὁ Πατὴρ τὸ ὁμοούσιον δείκνυσι· καὶ ἐστὶν ὁ αὐτὸς κατὰ μὲν τὴν θεότητα τῷ Πατρὶ ὁμοούσιος, ἡμῖν δὲ κατὰ τὴν ἀνθρωπότητα. Κεφαλὴ δὲ αὐτοῦ ὡς Πατὴρ καὶ αἴτιος ὀνομάζεται. δʹ. «Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ.» Ἀδιαφόρως γὰρ καὶ τοῦτο παρ' αὐτοῖς ἐτολμᾶτο. Κατὰ γὰρ τὸ Ἑλληνικὸν ἔθος καὶ κόμας εἶχον, καὶ τὰς κεφαλὰς κεκαλυμμένας ἔχοντες προσηύχοντο τῷ Θεῷ. εʹ, ϛʹ. «Πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν αὐτῆς. Ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ. Εἰ γὰρ οὐ κατακαλύπτεται γυνὴ, καὶ κειράσθω. Εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω.» Ἀποχρώντως ἔδειξεν ἀπὸ τῆς κόμης ἁρμόττον τῇ γυναικὶ τὸ καλύπτεσθαι. ζʹ. «Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλὴν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· ἡ γυνὴ δὲ δόξα ἀνδρός ἐστιν.» Εἰκὼν Θεοῦ ὁ ἄνθρωπος, οὔτε κατὰ τὸ σῶμα, οὔτε κατὰ τὴν ψυχὴν, ἀλλὰ κατὰ μόνον τὸ ἀρχικόν. Ὡς ἁπάντων τοίνυν τῶν ἐπὶ τῆς γῆς τὴν ἀρχὴν πεπιστευμένος, εἰκὼν προσηγόρευται τοῦ Θεοῦ. Ἡ δὲ γυνὴ ὡς ὑπὸ τὴν τοῦ ἀνδρὸς ἐξουσίαν τελοῦσα, τοῦ ἀνδρός ἐστι δόξα, καὶ οἷον εἰκόνος εἰκών. Ἄρχει μὲν γὰρ καὶ αὐτὴ τῶν ἄλλων, ἀλλ' ὑποτετάχθαι τῷ ἀνδρὶ προσετάχθη. Εἶτα καὶ ἑτέρωθεν· ηʹ. «Οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικὸς, ἀλλὰ γυνὴ ἐξ ἀνδρός.» Πρωτεύουσι τοίνυν καὶ κατὰ τὸν δημιουργίας λόγον οἱ ἄνδρες. θʹ. «Καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα.» Ἱκανὸν καὶ τοῦτο δεῖξαι ἄξιον τῆς ἡγεμονίας τὸν ἄνδρα. Οὐ γὰρ οὗτος διὰ τὴν ἐκείνης χρείαν, ἀλλ' αὐτὴ διὰ τὴν ἐκείνου παρήχθη. ιʹ. «Διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους.» Τὸ κάλυμμα ἐξουσίαν ἐκάλεσεν, ἀντὶ τοῦ, δεικνύτω τὴν ὑποταγὴν, ἑαυτὴν συστέλλουσα, καὶ οὐχ ἥκιστα τῶν ἀγγέλων ἕνεκα, οἳ ἐφεστᾶσι τοῖς ἀνθρώποις τὴν τούτων κη-