Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.313
Not analysed yet
δεμονίαν πεπιστευμένοι. Οὕτω καὶ ἐν ταῖς Πράξεσιν· «Οὐκ ἔστιν αὐτὸς, ἀλλ' ὁ ἄγγελος αὐτοῦ ἐστι.» Καὶ ὁ Κύριος· «Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ. Ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρὸς ἐμοῦ τοῦ ἐν οὐρανοῖς.» Ἐπειδὴ δὲ σφόδρα τοὺς ἄνδρας διὰ τῶν εἰρημένων ἐπῆρεν, ἀναγκαίως ἐπήγαγε· ιαʹ. «Πλὴν οὔτε ἀνὴρ χωρὶς γυναικὸς, οὔτε γυνὴ χωρὶς ἀνδρὸς ἐν κόσμῳ.» Διὰ γὰρ τῆς συζυγίας καὶ κοινωνίας ηὐξήθη τὸ γένος. ιβʹ. «Ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρὸς, οὕτω καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός.» Καὶ οὐκ ἠρκέσθη τούτοις, ἀλλὰ τὸν τούτων αἴτιον ἔδειξε. «Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ.» Πάλιν δὲ αὐτοῖς κέχρηται δικασταῖς. ιγʹ—ιεʹ. «Ἐν ὑμῖν αὐτοῖς κρίνατε. Πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι; Ἢ οὐδὲ αὐτὴ ἡ φύσις διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν, ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι· γυνὴ δὲ, ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστιν, ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται;» Εἰ αὐτὴ τιμὴν ἡγεῖται τὴν κόμην, καὶ ἀτιμίαν τὴν ταύτης ἀφαίρεσιν, λογιζέσθω ὡς ἀτιμάζει τὸν τὴν κόμην δεδωκότα, μὴ μετὰ τῆς προσηκούσης αἰδοῦς καὶ τιμῆς προσιοῦσα. ιϛʹ. «Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ.» Ἱκανὸς οὗτος ὁ λόγος ἐντρέψαι καὶ τοὺς λίαν ἐριστικούς. Ἔδειξε γὰρ οὐκ αὐτῷ μόνῳ ταῦτα δοκοῦντα, ἀλλὰ καὶ πάσαις ταῖς τοῦ Θεοῦ Ἐκκλησίαις. Καὶ τούτῳ τοίνυν τῷ πλημμελήματι τὴν ἁρμόττουσαν θεραπείαν προσενεγκὼν, κατὰ τοὺς ἀρίστους τῶν ἰατρῶν ἕτερον ἰατρεύει πάθος. Καὶ γὰρ εἰώθασιν ἐν ταῖς Ἐκκλησίαις, μετὰ τὴν μυστικὴν λειτουργίαν, ἑστιᾶσθαι κοινῇ πλούσιοί τε καὶ πένητες, καὶ πολλὴ ἐντεῦθεν παραμυθία τοῖς πενομένοις ἐγίνετο· τῶν μὲν εὐπόρων οἴκοθεν τὰ ὀψώνια κομιζόντων, τῶν δὲ πενίᾳ συζώντων, διὰ τὴν μετουσίαν τῆς πίστεως, κοινωνούντων τῆς εὐωχίας. Ἀλλὰ τοῦτο τοῦ χρόνου προϊόντος οὐ δεόντως ἐγίνετο, ἀλλὰ κατεφρόνουν τῶν πενήτων οἱ εὔποροι. Τοῦτο μαθὼν ὁ θεῖος Ἀπόστολος, γράφει καὶ περὶ τούτου τὰ πρόσφορα. ιζʹ. «Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ, ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ' εἰς τὸ ἔλαττον συνέρχεσθε.» Εἰκότως ὑμῖν ἐπιμέμφομαι· δέον γὰρ ὑμᾶς αὔξειν τῷ χρόνῳ τὴν ἀρετὴν, μειοῦτε ταύτην καὶ ἐλαττοῦτε καὶ τὸν πλοῦτον. ιηʹ. «Πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐπὶ τὸ αὐτὸ, ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω» Σχίσματα οὐ δογματικὰ λέγει, ἀλλ' ἐκεῖνα τὰ τῆς φιλαρχίας, ὧν καὶ ἐν ἀρχῇ τῆς ἐπιστολῆς κατηγόρησε. Σοφῶς δὲ ἄγαν τὸ σφοδρὸν τῆς κατηγορίας ἐκόλασεν. Οὐ γὰρ εἶπεν ἁπλῶς, πιστεύω, ἀλλὰ, καὶ μέρος τι πιστεύω.