Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.317
Not analysed yet
έδωκε σώματός τε καὶ αἵματος. Διδάσκει δὲ ὡς ἀεὶ τῶν τῆς νυκτὸς ἐκείνης ἀγαθῶν δυνατὸν ἀπολαύειν. κϛʹ. «Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε ἄχρις οὗ ἂν ἔλθῃ.» Μετὰ γὰρ δὴ τὴν αὐτοῦ παρουσίαν, οὐκέτι χρεία τῶν συμβόλων τοῦ σώματος, αὐτοῦ φαινομένου τοῦ σώματος. Διὰ τοῦτο εἶπεν, ἄχρις οὗ ἂν ἔλθῃ. Τοῦτο μὲν οὖν ὁ θεῖος Ἀπόστολος ἀντὶ παραδείγματος τέθεικε, διδάσκων τοῦ παρὰ Κορινθίοις τολμωμένου τὸ ἄτοπον. Ἀρξάμενος δὲ τοῦ περὶ τῶν μυστηρίων λόγου, καὶ περὶ τούτου τὰ προσήκοντα παραινεῖ. κζʹ. «Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον, ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου.» Ἐνταῦθα νύττει μὲν τοὺς τὴν φιλαρχίαν νενοσηκότας, νύττει δὲ τὸν πεπορνευκότα, καὶ μετὰ τούτων τοὺς τῶν εἰδωλοθύτων ἀδιαφόρως μετειληφότας· πρὸς δὲ τούτοις, καὶ ἡμᾶς μετὰ πονηροῦ συνειδότος τῶν θείων μυστηρίων ἀπολαύειν τολμῶντας. Τὸ δὲ, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος, τοῦτο δηλοῖ, ὅτι καθάπερ παρέδωκε μὲν αὐτὸν Ἰούδας, ἐπαρῴνησαν δὲ εἰς αὐτὸν Ἰουδαῖοι, οὕτως ἀτιμάζουσιν αὐτὸν οἱ τὸ πανάγιον αὐτοῦ σῶμα χερσὶν ἀκαθάρτοις δεχόμενοι, καὶ ἐναγεῖ προσφέροντες στόματι. Οὕτω φοβήσας παραινεῖ τὰ προσήκοντα. κηʹ. «Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω.» Σὺ σαυτοῦ γένου κριτὴς, καὶ τῶν βεβιωμένων ἀκριβὴς δικαστὴς, ἐρεύνα τὸ συνειδὸς, καὶ τότε δέχου τὸ δῶρον. κθʹ. «Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου.» Οὐ γὰρ μόνον σωτηρίας ἐκεῖθεν οὐ τεύξῃ παρανόμως τὸ δῶρον δεξάμενος, ἀλλὰ καὶ δίκας τίσεις τῆς εἰς αὐτὸ παροινίας. Πιστοῦται δὲ τὰ μέλλοντα καὶ ἀπὸ τῶν ἤδη γεγενημένων. λʹ. «Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί.» Ταῦτα δὲ ὡς γεγενημένα τέθεικεν. Οὐ γὰρ ἂν ἠνέσχετο τὰ μὴ γενόμενα γράψαι, εἰδὼς τοῦ ψεύδους τὸ προφανές. λαʹ, λβʹ. «Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Κρινόμενοι δὲ, ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.» Εἰ τὰ βεβιωμένα λογιστεύειν ἠθέλομεν, καὶ δικαίαν καθ' ἡμῶν αὐτῶν ἐξεφέρομεν ψῆφον, οὐκ ἂν παρὰ τοῦ Θεοῦ κολαστικὴν ἐδεξάμεθα ψῆφον. Ἀλλ' ὅμως καὶ τὰ μέγιστα πλημμελοῦντας μετρίως ὁ Δεσπότης παιδεύει, ἵνα μὴ τῷ τῶν δυσσεβῶν παραδοθῶμεν ὀλέθρῳ. Ὅτι δὲ τὸν περὶ τῶν μυστηρίων λόγον ἀντὶ παραδείγματος τέθεικε, διδάσκων αὐτοὺς κοινὰς ποιεῖσθαι τὰς ἐν ταῖς ἐκκλησίαις τραπέζας εἰς ἐκείνην ἀφορῶντας τὴν ἱερὰν τράπεζαν, τὰ ἐπαγόμενα μαρτυρεῖ.