Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.320
Not analysed yet
λγʹ, λδʹ. «Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε. Εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρῖμα συνέρχησθε. Τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι.» Οὐ γὰρ περὶ πάντων οἷόν τε ἦν· ἀλλὰ περὶ τῶν ἀναγκαιοτέρων γράψας, τὰ λοιπὰ τῇ παρουσίᾳ τετήρηκεν. Ἡμεῖς δὲ καὶ τὴν ἐντεῦθεν ὠφέλειαν δεξάμενοι, φύγωμεν μὲν ὅσα τῇ πίστει λυμαίνεται, τῆς δὲ τῶν πενήτων ἐπιμελείας φροντίσωμεν, καὶ τὸ συνειδὸς προκαθαίροντες, οὕτω τῶν θείων μυστηρίων μεταλαγχάνωμεν, ἵνα τὸν ἀγαθὸν Δεσπότην ἔνοικον λάβωμεν· μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι δόξα καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ. αʹ. «Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοὶ, οὐ θέλω ὑμᾶς ἀγνοεῖν.» Πάλαι τοῖς τὸ θεῖον κήρυγμα δεξαμένοις, καὶ τοῦ σωτηρίου βαπτίσματος ἠξιωμένοις, ἐναργῶς ἐδέδοτο τῆς πνευματικῆς χάριτος ἐνέργεια· καὶ οἱ μὲν γλώτταις διαφόροις ἐλάλουν, ἃς οὔτε κατὰ φύσιν ᾔδεσαν, οὔτε παρ' ἄλλων ἐμεμαθήκεισαν· οἱ δὲ θαύματα ἐποίουν, καὶ ἰῶντο παθήματα· ἄλλοι δὲ τῆς προφητικῆς ἀπήλαυον δωρεᾶς, καὶ τά τε μέλλοντα προὔλεγον, ἔστιν ὅτε καὶ τὰ κρύβδην γινόμενα δῆλα ἐποίουν, τῆς ἐνοικούσης χάριτος ἀποκαλύπτοντες τὴν ἐνέργειαν. Οὐδὲ γὰρ οἷόν τε ἦν, τοὺς ἐπὶ πλεῖστον τῇ τῶν δαιμόνων ἐξαπάτῃ δεδουλευκότας, καὶ κοινὴν νόσον νενοσηκότας, ἀπαιδεύτοις ἀνθρώποις καὶ πενίᾳ συζῶσιν οὕτω ῥᾳδίως πιστεῦσαι, καὶ μεταμαθεῖν τὴν ἀλήθειαν, μὴ τῆς θείας χάριτος ἐναργῶς φαινομένης, καὶ οἷον ἐχέγγυα τῆς πίστεως παρεχούσης τὰ θαύματα. Τούτων μετὰ τῶν ἄλλων, τῶν κατὰ τὴν οἰκουμένην πεπιστευκότων, ἀπέλαυσαν καὶ Κορίνθιοι· ἀλλ' οὐκ εἰς δέον τοῖς δοθεῖσιν ἐχρήσαντο. Κατὰ φιλοτιμίαν γὰρ μᾶλλον, ἢ χρείαν, τῆς χάριτος ἐδείκνυον τὴν ἐνέργειαν. Διαφερόντως δὲ αὐτοὺς εἰς τύφον ἐξώγκωσε τὸ χάρισμα τῶν γλωττῶν, καὶ οὔτε τοῦ ἐπαϊόντος, οὔτε τοῦ ἑρμηνεύοντος, διαφόροις ἐλάλουν φωναῖς· καὶ οὐδὲ κατὰ τάξιν τοῦτο ἔδρων, ἀλλὰ δύο κατὰ ταὐτὸν καὶ τρεῖς, καὶ τέτταρες. Τοῖς δὲ θείοις ἀποστόλοις ἡ χάρις τοῦ Πνεύματος τὴν τῶν γλωττῶν εἴδησιν ἐδεδώκει, ἐπειδὴ τῶν ἐθνῶν ἁπάντων διδασκάλους ἀποφανθέντας ἔδει τὰς ἁπάντων εἰδέναι φωνὰς, ἵν' ἑκάστῳ διὰ τῆς οἰκείας φωνῆς τὸ εὐαγγελικὸν προσενέγκωσι κήρυγμα. Καὶ περὶ τούτων τοίνυν ὁ τρισμακάριος γέγραφε Παῦλος, τὴν προσήκουσαν αὐτοὺς εὐταξίαν διδάσκων. βʹ. «Οἴδατε, ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι.» Ἀσαφῶς εἴρηται διὰ πολλὴν συντομίαν. Βούλεται δὲ καὶ τῆς Ἑλληνικῆς μυθολογίας τὴν διαφωνίαν ἐλέγξαι, καὶ τῆς εὐσεβείας τὴν ἀλήθειαν δεῖξαι. Οἱ γὰρ δαίμονες τὴν Θεὸς προσηγορίαν ἁρπάσαντες, καὶ ἑαυτοῖς ταύτην ἐπιθέντες, πολλὴν πλάνην ἐν τοῖς ἀνθρώποις ἀπειργάσαντο. Τῆς γὰρ εὐθείας οὗτοι παρατραπέντες ὁδοῦ, καὶ