Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.324
Not analysed yet
ἐλάττονα δοκοῦντας εἶναι χαρίσματα εἰληφότας παραμυθούμενος, καὶ διδάσκων ὡς ἐκ τοῦ αὐτοῦ Πνεύματος δέδοται καὶ ταῦτα κἀκεῖνα. Τοῦτο γὰρ αἰνίττεται καὶ τὰ ἑξῆς. ζʹ. «Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον.» Οὐκ εἶπεν, ἡ χάρις, ἀλλ', ἡ φανέρωσις. Ἡ μὲν γὰρ χάρις καὶ νῦν δίδοται τοῖς τοῦ παναγίου βαπτίσματος ἀξιουμένοις, ἀλλ' οὐκ ἐναργῶς· τότε δὲ παραυτίκα καὶ γλώτταις διαφόροις ἐλάλουν, καὶ ἐθαυματοποίουν, βεβαιούμενοι διὰ τούτων, καὶ τῆς διδασκαλίας τἀληθὲς διδασκόμενοι. Ἀναγκαίως δὲ ἔφη πρὸς τὸ συμφέρον δίδοσθαι τοῦ Πνεύματος τὴν φανέρωσιν, τοὺς αὐτοὺς ἀνιωμένους ψυχαγωγῶν, καὶ διδάσκων ὡς ὁ πάντα σαφῶς ἐπιστάμενος, καὶ τὸ λυσιτελοῦν ἑκάστῳ γινώσκων, σοφῶς τὰ πάντα ἰθύνει. ηʹ. «ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα.» Λόγον σοφίας οὐ τὴν εὐγλωττίαν καλεῖ, ἀλλὰ τὴν ἀληθῆ διδασκαλίαν, ἧς καὶ αὐτὸς ὁ θεῖος Ἀπόστολος τὴν χάριν ἐδέξατο, καὶ ὁ θεσπέσιος Ἰωάννης ὁ εὐαγγελιστὴς, καὶ ὁ θειότατος Πέτρος, τῶν ἀποστόλων ὁ κορυφαῖος, καὶ τῶν μαρτύρων ὁ πρῶτος ὁ μακάριος Στέφανος. Οὐ γὰρ ἂν ἠδυνήθησαν ἄνδρες ἁλιεῖς καὶ ἀποχειροβίωτοι, καὶ γραμμάτων ἀμύητοι, καὶ δημηγορίας κατατολμῆσαι καὶ συγγραφῆς, καὶ δυνάμεως ὅτι μάλιστα πλείστης ἐμπλῆσαι τοὺς λόγους καὶ τὴν συγγραφὴν, εἰ μὴ παρὰ τοῦ θείου Πνεύματος τὴν ἀληθῆ σοφίαν ἐδέξαντο. Ἕτεροι δὲ τῶν πεπιστευκότων, τὴν μὲν γνῶσιν εἶχον τῶν θείων δογμάτων, δημηγορεῖν δὲ τούτοις ὁμοίως οὐκ ἴσχυον· καὶ τοῦτο μέντοι δῶρον ἦν τῆς τοῦ Πνεύματος χάριτος. θʹ. «Ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι.» Πίστιν ἐνταῦθα οὐ τὴν κοινὴν ταύτην λέγει, ἀλλ' ἐκείνην περὶ ἧς μετὰ βραχέα φησί· «καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν.» Διὰ γὰρ τὴν τηνικαῦτα κατέχουσαν ἀπιστίαν, πολλὰ τοιαῦτα ἐθαυματούργουν εἰς ἔκπληξιν, διὰ τούτων αὐτοὺς ποδηγοῦντες πρὸς τὴν ἀλήθειαν. «Ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ Πνεύματι.» Τῶν ἀῤῥώστων λέγει τὴν θεραπείαν, καὶ τῶν χωλῶν τὸν δρόμον, καὶ τῶν τὸ βλέπειν ἀφῃρημένων τοῦ φωτὸς τὴν ἀπόλαυσιν. Καὶ ταῦτα γὰρ κατ' ἐκεῖνον ἐγίνετο τὸν καιρὸν, καὶ μάρτυς ἡ ἱστορία τῶν Πράξεων. Περὶ μὲν γὰρ τοῦ θεσπεσίου Πέτρου φησὶν, ὅτι πολλοὺς τῶν ἀῤῥώστων ἐν ταῖς πλατείαις ἐπὶ κλινῶν ἐτίθεσαν, ἵνα, παριόντος Πέτρου, κἂν ἡ σκιὰ αὐτοῦ ἐπισκιάσῃ τινὶ αὐτῶν. Περὶ δὲ τοῦ θειοτάτου Παύλου, ὅτι ὁ χρῶς τῶν ἱματίων αὐτοῦ τὰς νόσους ἐξήλαυνεν. ιʹ. «Ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων.» Τοῦτο τὸ χάρισμα καὶ τιμωρίαν πολλάκις ἐπήγαγεν, ὡς