Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.325
Not analysed yet
τῷ Ἐλύμᾳ τὴν στέρησιν τοῦ φωτὸς, καὶ τῷ Ἀνανίᾳ καὶ τῇ Σαπφείρᾳ τὸν πρόωρον θάνατον. «Ἄλλῳ δὲ προφητεία.» Καὶ τούτου μετέλαχον πολλοὶ τοῦ χαρίσματος, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες· καὶ διδάσκει σαφῶς ἡ ἱστορία τῶν Πράξεων. «Ἄλλῳ δὲ διακρίσεις πνευμάτων.» Ἐπειδὴ γὰρ καὶ μάντεις ἦσαν κατ' ἐκεῖνον τὸν καιρὸν τοὺς ἀνθρώπους ἐξαπατῶντες, ἐδέδοτό τισι τοιαύτη τις παρὰ τοῦ θείου Πνεύματος χάρις, ὥστε διακρίνειν τοὺς ὑπὸ τοῦ ἐναντίου πνεύματος ἐνεργουμένους. «Ἑτέρῳ δὲ γένη γλωσσῶν.» Περὶ τοῦδε τοῦ χαρίσματος ἃ ἐχρῆν προειρήκαμεν. Ἔσχατον δὲ αὐτὸ τέθεικε, τὸ δὲ τῆς διδασκαλίας πρῶτον, ἐπειδὴ δι' ἐκεῖνο καὶ τοῦτο καὶ τὰ ἄλλα ἐδόθη, ἵνα τὸ κήρυγμα πιστευθῇ. Ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν.» Πνευματικὸν ἦν καὶ τοῦτο τὸ χάρισμα. Ἀνὴρ γὰρ πολλάκις τὴν Ἑλλάδα γλῶτταν μόνην εἰδὼς, ἑτέρου τὴν Σκυθῶν καὶ Θρᾳκῶν διαλεγομένου, τὴν ἑρμηνείαν προσέφερε τοῖς ἀκούουσι. Πανταχοῦ μέντοι προστέθεικε «κατὰ τὸ αὐτὸ Πνεῦμα, καὶ ἐν τῷ αὐτῷ Πνεύματι,» διδάσκων ὡς διάφοροι μὲν οἱ κρουνοὶ, μία δὲ πάντων πηγή. Καὶ οὐκ ἀποχρῆν ὑπέλαβε τοῦτο, ἀλλ' ἐπήγαγε· ιαʹ. «Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» Διὰ πάντων δὲ τούτων τοὺς τὰ ἐλάττονα τῶν χαρισμάτων εἰληφότας ψυχαγωγεῖ, διδάσκων ὡς καὶ ταῦτα τοῦ θείου Πνεύματος δῶρα. Δίδωσι δὲ τὸ θεῖον Πνεῦμα ὡς βούλεται· βούλεται δὲ τὰ συμφέροντα. Τοῦτο γὰρ ἐν τοῖς ἔμπροσθεν εἴρηκεν· Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος· πρὸς τὸ συμφέρον. Διὰ τοῦτο οὐκ εἶπε τὸ Πνεῦμα, ἀλλὰ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα· διδάσκων οὐκ ἄλλου μὲν ταῦτα, ἄλλου δὲ ἐκεῖνα, ἀλλὰ τοῦ ἑνὸς Πνεύματος καὶ ταῦτα κἀκεῖνα χαρίσματα. Εἶτα εἰκόνι κέχρηται, δεικνὺς ἀπὸ τῶν ὁρωμένων τὰ μὴ ὁρώμενα. ιβʹ. «Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστι σῶμα· οὕτω καὶ ὁ Χριστός.» Χριστὸν ἐνταῦθα τὸ κοινὸν σῶμα τῆς Ἐκκλησίας ἐκάλεσεν, ἐπειδὴ κεφαλὴ τοῦδε τοῦ σώματός ἐστιν ὁ Δεσπότης Χριστός. Παρεγγυᾷ τοίνυν ἀπιδεῖν εἰς τὸ σῶμα, καὶ γνῶναι ὡς ἐκ διαφόρων μὲν σύγκειται μελῶν, ἓν δὲ σῶμα καὶ ἔστι καὶ καλεῖται· καὶ μαθεῖν ἐντεῦθεν, ὡς καὶ ἡ Ἐκκλησία σῶμα μὲν τοῦ Δεσπότου καλεῖται Χριστοῦ, μέλη δὲ ἔχει πολλὰ καὶ διάφορα, καὶ τὰ μὲν μείζονα, τὰ δὲ ἐλάττονα, καὶ τὰ μὲν τίμια, τὰ δὲ ἐκείνων ὑποδεέστερα, πάντα δὲ ὅμως ἀναγκαῖα καὶ χρήσιμα. Διδάσκει δὲ καὶ πῶς ἅπαντες οἱ πιστεύοντες ἓν προσαγορευόμεθα σῶμα. ιγʹ. «Καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες εἰς