Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.332
Not analysed yet
βερνήσεις.» Τὰς τῶν Ἐκκλησιῶν οἰκονομίας διὰ τούτων δεδήλωκε. «Γένη γλωσσῶν.» Ἔσχατον τόδε τὸ χάρισμα τέθεικεν, οὐχ ἁπλῶς, ἀλλ' ἐπειδὴ μέγα ἐπὶ τούτῳ ἐφρόνουν, καὶ λίαν αὐτῷ ἐπιδεικτικῶς καὶ οὐκ ἀναγκαίως ἐχρῶντο. Τούτου γὰρ ἕνεκα καὶ τὴν τάξιν τέθεικε τῶν χαρισμάτων, καὶ εἶπε ποῖον μὲν πρῶτον, ποῖον δὲ δεύτερον, καὶ ποῖον τρίτον· ἵνα τῶν ἀναγκαιοτέρων ἐπιμελῶνται. κθʹ, λʹ. «Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερμηνεύουσι;» Διὰ τούτων πάλιν ἐψυχαγώγησε τοὺς τὰ ἐλάττονα δοκοῦντας εἰληφέναι χαρίσματα, καὶ σαφῶς ἐδίδαξεν, ὡς οὐχ οἷόν τε ἦν πάντας τὰ αὐτὰ ἔχειν, καὶ ὅτι ἀλλήλων προσδέονται, ὥσπερ τῆς ἀλλήλων ἐπικουρίας δέονται τὰ μέλη. λαʹ. «Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα.» Τοῦτό τινες κατ' ἐρώτησιν ἀνέγνωσαν, ἀντὶ τοῦ, Ὅλως γὰρ ἐφίεσθε τῶν μειζόνων χαρισμάτων; Εἰ ὄντως ἐφίεσθε, ἐγὼ ὑμᾶς ἐπὶ ταῦτα ποδηγήσω προθύμως. Τοῦτο γὰρ ἐπήγαγε· «Καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.» Τουτέστι· Τῶν καθ' ὑπερβολὴν μειζόνων χαρισμάτων δείκνυμι τὴν ὁδόν· καὶ διδάσκει αὐτοὺς ὡς τούτων ἁπάντων κρείττων ἡ περὶ τὸν πέλας ἀγάπη. ΚΕΦΑΛ. ΙΓʹ. αʹ. «Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ, καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον.» Πρῶτον ἁπάντων τέθεικε τὴν παρεξέτασιν ποιούμενος τὸ χάρισμα τῶν γλωσσῶν, ἐπειδὴ τοῦτο παρ' αὐτοῖς ἐδόκει μεῖζον εἶναι τῶν ἄλλων· μεῖζον δὲ αὐτὸ ὑπελάμβανον, ἐπειδὴ πρὸ τῶν ἄλλων ἁπάντων τοῖς ἀποστόλοις ἐδόθη κατὰ τὴν τῆς Πεντηκοστῆς ἡμέραν, τοῦ παναγίου ἐπιφοιτήσαντος Πνεύματος. Λέγει τοίνυν, ὅτι Κἂν πάσας εἰδῶ τὰς τῶν ἀνθρώπων φωνὰς, πρὸς δὲ τούτοις καὶ τὰς τῶν ἀοράτων δυνάμεων, τὴν δὲ περὶ τὸν πέλας ἀγάπην μὴ ἔχω, τῶν ἀψύχων ὀργάνων οὐδὲν διενήνοχα. Ἀγγέλων δὲ γλώττας οὐκ αἰσθητὰς λέγει, ἀλλὰ νοητάς τινας, δι' ὧν καὶ τῶν ὅλων ὑμνοῦσι Θεὸν, καὶ ἀλλήλοις προσδιαλέγονται. Ἤκουσε γὰρ αὐτῶν καὶ Ἡσαΐας ὑμνούντων, καὶ Ἰεζεκιὴλ, καὶ μέντοι Δανιὴλ προσδιαλεγομένων αὐτῶν ἤκουσε, καὶ Ζαχαρίας, καὶ Μιχαίας. Τέθεικε δὲ αὐτὸ ὁ θεῖος Ἀπόστολος ὑπερβολικῶς, δεῖξαι βουλόμενος τῆς ἀγάπης τὸ κέρδος. βʹ. «Καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν· καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι.» Πάλιν τὰ τῷ ὄντι μείζονα τῶν χαρισμάτων, τὴν προφητείαν καὶ τὴν πίστιν, τῇ ἀγάπῃ παραθεὶς, ἔδειξε τῆς ἀγάπης τὴν νίκην. Τέ-