Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.333
Not analysed yet
θεικε δὲ ταῦτα πάλιν, οὐχ ἁπλῶς, ἀλλὰ μετ' ἐπιτάσεως. Περὶ μὲν γὰρ τῆς προφητείας ἔφη· Ἐὰν εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν· περὶ δὲ τῆς πίστεως· Ὥστε ὄρη μεθιστάνειν. Ἀλλὰ καὶ οὕτως ἔδειξεν ὑπερκειμένην τῆς ἀγάπης τὴν κτῆσιν. γʹ. «Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.» Ἐνταῦθα τοῖς μεγίστοις εἴδεσι τῆς ἀρετῆς, τῇ τῶν χρημάτων ὑπεροψίᾳ, καὶ αὐθαιρέτῳ πενίᾳ, καὶ τοῖς ὑπὲρ τῆς εὐσεβείας ἀγῶσι, τὴν ἀγάπην συγκρίνων, δείκνυσι καὶ ταῦτα νικῶσαν. Καὶ ταῦτα δὲ πάλιν μετ' ἐπιτάσεως τέθεικε· καὶ γὰρ ἐπὶ τῶν ὑπαρχόντων εἴρηκεν· Ἐὰν ψωμίσω τὰ ὑπάρχοντά μου, τουτέστιν, Ἐὰν αὐτουργὸς γένωμαι τὰ ἐμαυτοῦ διανέμων, καὶ θεραπεύων τοὺς δεομένους· καὶ ἐπὶ τοῦ μαρτυρίου οὐχ ἁπλῶς τὸν θάνατον τέθεικεν, ἀλλὰ τὸν τοῦ σώματος ἐμπρησμόν· τοῦτο γὰρ δὴ τὸ πάθος τῶν ἄλλων τιμωριῶν δοκεῖ χαλεπώτερον εἶναι. Καὶ ἴσως ἄν τις ζητήσειε, πῶς τὸν ταῦτα δεδρακότα δυνατὸν τῆς ἀγάπης ἔρημον εἶναι. Χρὴ τοίνυν εἰδέναι, ὡς οὐ τὸ δίκαιον μόνον ἔργον ὁρᾷ ὁ δίκαιος κριτὴς, ἀλλὰ καὶ τὸν τοῦ ἔργου σκοπόν. Εἰσὶ δὲ πολλοὶ δι' ἀνθρωπίνην δόξαν πλεῖστα ἐπιτηδεύοντες· καὶ εἰκὸς, τὸν ἀποκτώμενον, τὴν ἀπ' ἀνθρώπων δόξαν θηρώμενον τοῦτο ποιεῖν· ἀλλ' αὖ πάλιν διὰ τὸν θεῖον νόμον, καὶ τὴν ἐπιθυμίαν τῆς τῶν οὐρανῶν βασιλείας, καὶ οὐ διὰ τὴν τῶν δεομένων ἐπιμέλειάν τε καὶ θεραπείαν. Εἰδέναι μέντοι χρὴ, ὡς πολλὰ ὁ θεῖος Ἀπόστολος ὑπερβολικῶς τίθησι, τὴν προκειμένην κρατύνων διδασκαλίαν. Οὕτω καὶ Γαλάταις ἐπιστέλλων ἔφη «Κἂν ἐγὼ ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμᾶς παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω.» Καὶ ᾔδει μὲν ὡς οὐχ οἷόν τε ἀγγέλων τινὰ τἀναντία διδάξαι τοῦ θείου κηρύγματος· ὅμως δὲ αὐτὸ τέθεικε, διδάσκων μηδενὶ πιστεῦσαι ἄλλην τινὰ διδασκαλίαν προσφέροντι, κἂν ἄγαν ἀξιόπιστος ᾖ. δʹ. «Ἡ ἀγάπη μακροθυμεῖ.» Φέρει γενναίως τοῦ πέλας τὰ ἐλαττώματα, φησί. «Χρηστεύεται.» Ἡμερότητι χρῆται καὶ καλοκἀγαθίᾳ. «Ἡ ἀγάπη οὐ ζηλοῖ.» Οὐ δέχεται τοῦ φθόνου τὸ πάθος. «Ἡ ἀγάπη οὐ περπερεύεται.» Οὐ πολυπραγμονεῖ τὰ μὴ ἀνήκοντα· τοῦτο γάρ ἐστι τὸ περπερεύεσθαι. Οὐ ψηλαφᾷ τὰ μέτρα τῆς οὐσίας τοῦ Θεοῦ, οὐδὲ ἀνακρίνει ἐν οἷς οἰκονομεῖ, ὅπερ τινὲς εἰώθασιν. Οὐδὲν προπετὲς ὁ ἀγαπῶν ἀνέχεται πρᾶξαι. Τὸ γὰρ, ἡ ἀγάπη, ἀντὶ τοῦ, ὁ τὴν ἀγάπην ἔχων. «Οὐ φυσιοῦται.» Οὐκ ἐπαίρεται κατὰ τῶν ἀδελφῶν. εʹ. «Οὐκ ἀσχημονεῖ.» Οὐδὲν τῶν εὐτελῶν τε καὶ ταπεινῶν τῆς τῶν ἀδελφῶν ὠφελείας ἕνεκα παραι-