Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.340
Not analysed yet
ἔφη, τὸν γλώτταις λαλοῦντα καὶ μὴ ἀνθρώποις λαλεῖν, ἀλλὰ Θεῷ· τοῦτο γὰρ ἐπήγαγεν· οὐδεὶς γὰρ ἀκούει. Καὶ ἵνα μὴ ἄχρηστον τὸ χάρισμα νομισθῇ, Πνεύματι δὲ λαλεῖ μυστήρια. γʹ. «Ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν, καὶ παράκλησιν, καὶ παραμυθίαν.» Πάντες γὰρ τῶν λεγομένων ἀκούουσιν. δʹ. «Ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ.» Οὐ συνίεσαν γὰρ τὰ λεγόμενα οἱ παρόντες. «Ὁ δὲ προφητεύων, Ἐκκλησίαν οἰκοδομεῖ.» Ὁρῶντες γὰρ καὶ τὴν λογισμῶν ἀποκάλυψιν, καὶ τὴν τῶν κρύβδην γινομένων φανέρωσιν, πλείστην ὄνησιν εἰσεδέχοντο. Καὶ ἵνα μή τις αὐτὸν ὑποτοπήσῃ φθόνῳ βαλλόμενον ταῦτα λέγειν, ἀναγκαίως ἐπήγαγε· εʹ. «Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων γὰρ ὁ προφητεύων, ἢ ὁ λαλῶν γλώσσῃ, ἐκτὸς εἰ μὴ διερμηνεύῃ, ἵνα ἡ Ἐκκλησία οἰκοδομὴν λάβῃ.» Σαφῶς ἔδειξε διατί τὸ μᾶλλον τέθεικεν. Οὐ γὰρ σμικρύνω, φησὶ, τὸ χάρισμα, ἀλλὰ τὴν χρείαν αὐτοῦ ζητῶ. Μὴ παρόντος γὰρ ἑρμηνέως, ἄμεινον ἡ προφητεία· πλεῖον γὰρ ἔχει τὸ κέρδος. ϛʹ. «Νῦν δὲ, ἀδελφοὶ, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ λαλήσω ὑμῖν ἢ ἐν ἀποκαλύψει, ἢ ἐν γνώσει, ἢ ἐν προφητείᾳ, ἢ ἐν διδαχῇ;» Πάλιν τὸ ἑαυτοῦ ὑπέθηκε πρόσωπον, τοὺς κατηγορουμένους ταύτῃ παραμυθούμενος. Ἐγὼ γὰρ, φησὶ, πρὸς ὑμᾶς ἀφικνούμενος, καὶ τῇ διαφορᾷ τῶν γλωττῶν κεχρημένος, ποῖον ἂν ὑμῖν προσκομίσαιμι κέρδος, εἰ μή ποτε ἄρα διδασκαλίᾳ χρησαίμην, ἀποκαλύπτων ὑμῖν τὰ κεκρυμμένα μυστήρια, καὶ ποδηγῶν πρὸς τὰ θεῖα, καὶ παραινῶν τὰ προσήκοντα; Τίθησι δὲ καὶ εἰκόνα τῷ προκειμένῳ λόγῳ κατάλληλον. ζʹ, ηʹ. «Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς, εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ διδῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον, ἢ τὸ κιθαριζόμενον; Καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον;» Ἴστε δὲ καὶ ὑμεῖς, ὡς καὶ αὐλὸς, καὶ κιθάρα ῥυθμοῦ τινος δεῖται καὶ τέχνης. Τούτων γὰρ ἀπολαύοντα, καίτοι ἄψυχα ὄντα, ἐναρμόνιόν τινα ἐκπέμπει ἠχήν. Εἰ δὲ παρὰ ταῦτά τις χρήσαιτο τούτοις, ἄσημον τὸ ἀποτελούμενον. Οὕτω καὶ σάλπιγξ, εἰ μὴ τὸ πολεμικὸν ἠχήσει, οὐχ ὁπλίζει τοὺς στρατιώτας. θʹ, ι. «Οὕτω καὶ ὑμεῖς διὰ τῆς γλώττης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; Ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. Τοσαῦτα, εἰ τύχοι, γένη φωνῶν ἐστιν ἐν κόσμῳ, καὶ οὐδὲν αὐτῶν ἄφωνον.» Ὅπερ ἐστὶν ὁ ἐναρμόνιος ῥυθμὸς ἐπὶ τῆς κιθάρας, καὶ ἐπὶ τῆς σάλπιγγος ἡ πολεμικὴ σημασία, τοῦτο ἐπὶ τῶν γλωττῶν ἡ ἑρμηνεία. Τῶν γὰρ παρόντων οὐ συνιόντων, εἰς ἀέρα μάτην διαχεῖται τὰ ῥήματα.