Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.341
Not analysed yet
ιαʹ. «Ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος, καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος.» Τὸ αὐτὸ διαφόρως εἴρηκεν. ιβʹ. «Οὕτω καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς Ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.» Κατ' εἰρωνείαν αὐτοὺς ζηλωτὰς πνευμάτων ἐκάλεσε. Παρακελεύεται δὲ αὐτοῖς, τῆς ἐκκλησιαστικῆς εἵνεκεν ὠφελείας πάντα ποιεῖν. ιγʹ. «Διόπερ ὁ λαλῶν γλώσσῃ, προσευχέσθω ἵνα διερμηνεύσῃ.» Αἴτησαι, φησὶ, τὸν δεδωκότα σοι τὸ τῶν γλωττῶν χάρισμα, προσθεῖναι καὶ τὸ τῆς ἑρμηνείας, ἵνα προσφέρῃς τῇ Ἐκκλησίᾳ τὴν ὠφέλειαν. ιδʹ. «Ἐὰν γὰρ προσεύξωμαι γλώττῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι.» Καρπὸς τοῦ λέγοντος ἡ ὠφέλεια τῶν ἀκουόντων. Τοῦτο καὶ ἐν τῇ πρὸς Ῥωμαίους εἴρηκεν· «Ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν.» Ἑτέρᾳ τοίνυν γλώττῃ διαλεγόμενος, καὶ τοῖς παροῦσι μὴ προσφέρων τὴν ἑρμηνείαν, οὐδένα ἔχω καρπὸν, ὄνησιν ἐκείνων μὴ δεχομένων. ιεʹ. «Τί οὖν ἐστι; Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ.» Πνεῦμα τὸ χάρισμα καλεῖ· νοῦν δὲ τὴν σαφήνειαν τῶν λεγομένων. Λέγει δὲ ὅτι προσήκει τὸν ἑτέρᾳ γλώττῃ διαλεγόμενον, εἴτε ἐπὶ ψαλμῳδίας, εἴτε ἐπὶ προσευχῆς, εἴτε ἐπὶ διδασκαλίας, ἢ αὐτὸν ἑρμηνεύειν εἰς ὠφέλειαν τῶν ἀκουόντων, ἢ ἕτερον τοῦτο ποιεῖν δυνάμενον συνεργὸν τῆς διδασκαλίας λαμβάνειν. ιϛʹ. «Ἐπεὶ ἐὰν εὐλογήσῃς τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδε.» Ἰδιώτην καλεῖ τὸν ἐν τῷ λαϊκῷ τάγματι τεταγμένον· ἐπειδὴ καὶ τοὺς ἔξω τῆς στρατιᾶς ὄντας ἰδιώτας καλεῖν εἰώθασι. ιζʹ. «Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ' ὁ ἕτερος οὐκ οἰκοδομεῖται.» Οἶδα, φησὶν, ὅτι ὑπὸ τῆς θείας ἐνεργούμενος χάριτος ἀνυμνεῖς τὸν Θεόν· ἀλλ' οὐ συνίεισι τῶν λεγομένων ὁ τὴν γλῶτταν οὐκ ἐπιστάμενος. Εἶτα ἐντρεπτικῶς· ιηʹ, ιθʹ. «Εὐχαριστῶ τῷ Θεῷ μου, πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν. Ἀλλ' ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους διὰ τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.» Πρῶτος τοῦ ὑμῶν τοῦδε χαρίσματος ἠξιώθην, δι' ἐμοῦ καὶ ὑμεῖς τήνδε τὴν χάριν ἐδέξασθε. Ἀλλ' ὅμως ἐγὼ τῆς τῶν πολλῶν ὠφελείας κηδόμενος, τὴν σαφῆ διδασκαλίαν τῆς ἀσεβοῦς προτιμῶ. Εἶτα κατ' ἐπιτίμησιν· κʹ. «Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γί-