Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.344
Not analysed yet
νεσθε.» Μὴ ἀντιστρέψητε τὴν τάξιν, μηδὲ τῶν παιδίων τὴν ἄνοιαν, ἀλλὰ τὴν ἀκακίαν ζηλώσατε· τῶν δὲ τελείων μὴ τὴν πονηρίαν, ἀλλὰ τὴν ἀγχίνοιαν ἔχετε. καʹ. «Ἐν τῷ νόμῳ γέγραπται· ὅτι Ἐν ἑτερογλώσσοις, καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ' οὕτως εἰσακούσεταί μου, λέγει Κύριος.» Προφητικὴ μέν ἐστι φωνή· νόμον δὲ τὴν Παλαιὰν Γραφὴν προσηγόρευσε. Τεθεικὼς δὲ τὴν μαρτυρίαν, ἐπάγει τὴν ἑρμηνείαν. κβʹ. «Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις.» Ἐκπλήττει γὰρ τὸν ἄπιστον ἡ διαφορὰ τῶν γλωσσῶν. Τοῦτο καὶ κατὰ τὴν τῆς Πεντηκοστῆς ἡμέραν ἐν Ἱεροσολύμοις ὑπέμειναν οἱ αὐτόθι συνηθροισμένοι. Αὐτίκα τοίνυν ἔλεγον· «Οὐχὶ πάντες εἰσὶν οἱ λαλοῦντες Γαλιλαῖοι; καὶ πῶς ἀκούομεν αὐτῶν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ, ἐν ᾗ ἐγεννήθημεν, Πάρθοι καὶ Μῆδοι;» καὶ τὰ ἑξῆς. «Ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν.» Εἷς τῷ Ἀποστόλῳ σκοπὸς ἡ τῶν πολλῶν ὠφέλεια. Διά τοι τοῦτο καὶ Κορινθίοις παρακελεύεται προαιρεῖσθαι τὴν προφητείαν, ὡς τῷ κοινῷ τὴν ὠφέλειαν προσφέρουσαν. Δείκνυσι δὲ διὰ τῶν ἑξῆς τῆς προφητείας τὸ χρήσιμον. κγʹ. «Ἐὰν οὖν συνέλθῃ ἡ Ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ, καὶ πάντες γλώσσαις λαλῶσιν, εἰσέλθωσι δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε;» Ἰδιώτας ἐνταῦθα τοὺς ἀμυήτους ἐκάλεσε, καὶ διδάσκει ὡς οἱ μὴ συνιέντες τῶν λεγομένων, μεμηνότων περὶ αὐτῶν σχήσουσι δόξαν. κδʹ, κεʹ. «Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων· καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι ὁ Θεὸς ὄντως ἐν ὑμῖν ἐστιν.» Οὕτω δέος ἐπέπεσεν ἅπασι, τοῦ Ἀνανία καὶ τῆς Σαφείρας δεξαμένων τὸν ἔλεγχον. Ἐπισημήνασθαι μέντοι δεῖ, ὡς Θεὸν ἐνταῦθα σαφῶς τὸ πανάγιον προσηγόρευσε Πνεῦμα. Τοῦ γὰρ θείου Πνεύματος ἦν ἡ τῆς προφητείας ἐνέργεια. Πάντα γὰρ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Ἀλλ' ὅμως ἐνταῦθα τέθεικεν, ὅτι Πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι ὁ Θεὸς ἐν ὑμῖν ἐστι, Θεὸν εἰπὼν τὸ πανάγιον Πνεῦμα. Οὕτω δὲ καὶ ὁ μακάριος ἔφη Πέτρος· «Ἵνα τί ἠπάτησεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.» Οὕτω δείξας τὴν τῶν χαρισμάτων διαφορὰν, καὶ τὴν προσήκουσαν αὐτοῖς εὐταξίαν διδάσκει. κϛʹ. «Τί οὖν ἐστιν, ἀδελφοί; Ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, ἑρμηνείαν ἔχει· πρὸς οἰκοδομὴν πάντα γινέσθω.» Πάλιν ἔδειξε τὸ σῶμα καὶ