Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.356
Not analysed yet
νενοσηκότων καὶ τῇ πίστει λαμπρυνομένων, καὶ τῶν ἄλλων ἁπαξαπλῶς τῶν τὰ ἐπαινούμενα καὶ τὰ κατηγορούμενα μετεληλυθότων, ἀναγκαίως ἐπήγαγε· κγʹ. «Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι.» Οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις διδάσκει, ὡς τοὺς μὲν ἀμνοὺς στήσει ἐκ δεξιῶν, τοὺς δὲ ἐρίφους ἐξ εὐωνύμων. «Ἀπαρχὴ Χριστός.» Τουτέστι, πρῶτος ἀνέστη. «Ἔπειτα οἱ τοῦ Χριστοῦ, ἐν τῇ παρουσίᾳ αὐτοῦ.» Κατὰ τὸν τῆς συντελείας καιρόν. Τοῦ δὲ Χριστοῦ καλεῖ, οὐ μόνον τοὺς μετὰ τὴν ἐνανθρώπησιν εἰς αὐτὸν πεπιστευκότας, ἀλλὰ καὶ τοὺς ἐν νόμῳ καὶ πρὸ τοῦ νόμου ἐν εὐσεβείᾳ καὶ ἀρετῇ διαλάμψαντας. κδʹ. «Εἶτα τὸ τέλος.» Ἀντὶ τοῦ, ἡ κοινὴ πάντων ἀνάστασις. Ὅταν γὰρ αὐτὴ γένηται, πάντα λήψεται τέλος, καὶ τὰ παρόντα πράγματα, καὶ τῶν προφητῶν αἱ προῤῥήσεις. «Ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί· ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν, καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν.» Παραδίδωσι τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ οὐκ αὐτὸς τῆς βασιλείας γυμνούμενος, ἀλλὰ τὸν τύραννον διάβολον καὶ τοὺς ἐκείνου συνεργοὺς ὑποτάττων, καὶ πάντας ὑποκύψαι παρασκευάζων, καὶ τὸν τῶν ὅλων ἐπιγνῶναι Θεόν. κεʹ. «Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.» Τὸ, ἄχρις οὗ, οὐ χρόνον ἐνταῦθα δηλοῖ, ἀλλὰ διδάσκει ὡς πάντως ἅπαντας ὑποτάξει. Τούτῳ ἔοικε τὸ ὑπὸ τοῦ Δαβὶδ εἰρημένον· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Εἰ δὲ λέγουσιν οἱ τὰ Ἀρείου καὶ Εὐνομίου φρονοῦντες, ἐπὶ μόνου τοῦ Υἱοῦ ταύτην κεῖσθαι τὴν φωνὴν, ἀκουσάτωσαν καὶ αὐτοῦ τοῦ Θεοῦ λέγοντος· «Ἐγώ εἰμι, ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε ἐγώ εἰμι.» Οὕτω δὲ τούτου νοουμένου, εὑρεθήσεται ὁ τῶν ὅλων Θεὸς τῷ γήρᾳ τῶν ἀνθρώπων σύμμετρον ἔχων τὸ εἶναι. Ἀλλὰ μεμηνότων τὸ ταῦτα ληρεῖν. Ἀΐδιος μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς, συναΐδιος δὲ αὐτῷ καὶ ὁ μονογενὴς αὐτοῦ Υἱός. Ἔχει δὲ καὶ τὴν βασιλείαν αἰώνιον· καὶ τοῦτο διαῤῥήδην ἡμᾶς ὁ θειότατος ἐδίδαξε Δανιήλ· «Ἡ βασιλεία γὰρ αὐτοῦ, ἔφη, βασιλεία αἰώνιος, ἥτις οὐ καταλυθήσεται εἰς τὸν αἰῶνα χρόνον.» κϛʹ. «Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος.» Τὸν γὰρ διάβολον καὶ τοὺς ἐκείνου συνεργοὺς εἰς τὸ ἐξώτερον παραπέμψας σκότος, παύσει τὸν θάνατον, καὶ τοὺς κειμένους ἅπαντας ἀναστήσει. «Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ.» Ἐνταῦθα τὸν Πατέρα εἶπεν ὑποτάξαι αὐτῷ τὰ πάντα, ἐν δὲ τῇ πρὸς Φιλιππησίους, αὐτὸν λέγει τοῦτο πεποιηκέναι. Εἰρηκὼς γάρ· «Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὑτοῦ,» ἐπήγαγε· «Κατὰ