Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.357
Not analysed yet
τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα.» Ὁ γὰρ ἑαυτῷ, φησὶ, πάντα δυνηθεὶς ὑποτάξαι, οὗτος καὶ τὸ φθαρτὸν ἡμῶν σῶμα τῇ ἀφθαρσίᾳ κοσμήσει. «Ὅταν δὲ εἴπῃ, (κζʹ, κηʹ.) ὅτι Πάντα ὑποτέτακται, δηλονότι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα.» Τοῦτο τὸ χωρίον οἱ τὰ Ἀρείου καὶ Εὐνομίου φρονοῦντες, συνεχῶς ἐν τῇ γλώσσῃ περιφέρειν εἰώθασι, τοῦ Μονογενοῦς τὴν ἀξίαν ταύτῃ σμικρύνειν ὑπολαμβάνοντες. Ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὡς οὐδὲν ὁ θεῖος Ἀπόστολος ἐν τῷδε τῷ χωρίῳ περὶ τῆς τοῦ Μονογενοῦς θεότητος γέγραφε. Τῇ γὰρ ἀναστάσει τῆς σαρκὸς πιστεύειν παρεγγυῶν, ἀπὸ τῆς Δεσποτικῆς ἀναστάσεως ἐπειράθη δεῖξαι τὴν ταύτης ἀνάστασιν. Δῆλον δὲ ὡς τῷ ὁμοίῳ τὸ ὅμοιον βεβαιοῦται. Διὰ γὰρ τοῦτο καὶ ἀπαρχὴν αὐτὸν τῶν κεκοιμημένων ἐκάλεσε, καὶ ἄνθρωπον προσηγόρευσε, καὶ τῇ παραθέσει τῶν κατὰ τὸν Ἀδὰμ ἔδειξε δι' αὐτοῦ τὴν κοινὴν ἐσομένην ἀνάστασιν· ἵνα τοῦ ὁμοφυοῦς τὴν ἀνάστασιν δείξας, πείσῃ πιστεῦσαι τοὺς ἀντιλέγοντας, ὡς ἅπαντες ἄνθρωποι τῆς αὐτῆς μεθέξουσιν ἀναστάσεως. Προσήκει τοίνυν εἰδέναι ὡς δύο τοῦ Δεσπότου Χριστοῦ αἱ φύσεις· καὶ ὅτι ποτὲ μὲν αὐτὸν ἀπὸ τῆς ἀνθρωπείας ἡ θεία προσαγορεύει Γραφὴ, ποτὲ δὲ ἀπὸ τῆς θείας. Κἂν γὰρ Θεὸν εἴπῃ, οὐκ ἀρνεῖται τὴν ἀνθρωπότητα· κἂν ἄνθρωπον ὀνομάσῃ, συνομολογεῖ τὴν θεότητα. Ὑψηλὰ δὲ πάντα περὶ αὐτοῦ λέγειν οὐχ οἷόν τε δι' ἣν ἐξ ἡμῶν ἀνέλαβε φύσιν. Εἰ γὰρ καὶ τῶν ταπεινῶν εἰρημένων, ἀρνοῦνταί τινες τῆς σαρκὸς τὴν ἀνάληψιν· πλείους ἂν δηλονότι τὴν νόσον ἐκείνην ἐνόσησαν, εἰ μηδὲν εἴρητο ταπεινόν. Τί δή ποτε, καὶ τότε ὑποτάσσεται; Τοῦτο γὰρ τοῖς ἐπὶ τοῦ παρόντος τυραννοῦσιν ἁρμόδιον. Εἰ γὰρ τότε ὑποτάσσεται, οὐδέπω νῦν ὑποτέτακται. Παρανομοῦσι τοίνυν οἱ βλασφημοῦντες, καὶ τὸν οὐδέπω τοὺς τῆς ὑποταγῆς καταδεξάμενον ὅρους ὑποτάττειν ἐπιχειροῦντες. Χρὴ γὰρ ἀναμεῖναι, καὶ τῆς ὑποταγῆς τὸν τρόπον καταμαθεῖν. Ἀλλὰ περὶ τούτων ἐν τοῖς πρὸς αὐτοὺς ἀγῶσι μακροὺς διεξήλθομεν λόγους. Συντόμως τοίνυν εἰπεῖν προσήκει τὸν τοῦ Ἀποστόλου σκοπόν· Κορινθίοις ἐπέστειλεν, ἔναγχος τῆς Ἑλληνικῆς ἀπαλλαγεῖσι μυθολογίας. Ἡ δὲ ἐκείνων μυθολογία πάσης ἀκολασίας καὶ ἀδικίας μεστή. Καὶ ἵνα τὰ ἄλλα σιγήσω, καὶ μὴ μολύνω τὴν γλῶσσαν, πατραλοίας προσκυνοῦσι θεοὺς, καὶ λέγουσι τοὺς παῖδας τοῖς γεγεννηκόσιν ἐπαναστῆναι, καὶ τούτους ἐξελάσαι τῆς βασιλείας, καὶ αὐτοὺς τὴν δυναστείαν ἁρπάσαι. Ἐπειδὴ τοίνυν μεγάλα εἴρηκε περὶ τοῦ Δεσπότου Χριστοῦ, ὅτι πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καταργήσει καὶ δύναμιν, καὶ αὐτὸν παύσει τὸν θάνατον, καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας· ἵνα μὴ ἐξ ἐκεί-