Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.36
Not analysed yet
ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΩΝ ΙΔ ΕΠΙΣΤΟΛΩΝ ΤΟΥ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΠΑΥΛΟΥ. ΠΡΟΘΕΩΡΙΑ. Οἶδα μὲν, ὡς οὐ διαφεύξομαι τῶν μεμψιμοίρων τὰς γλώττας, τὴν τοῦ θείου Παύλου διδασκαλίαν ἑρμηνεῦσαι πειρώμενος· ἀλλ' αὐθαδείας με τυχὸν καὶ θρασύτητος γράψονται, μετὰ τὸν δεῖνα καὶ τὸν δεῖνα, τοὺς τῆς οἰκουμένης φωστῆρας, τῆς ἀποστολικῆς ἑρμηνείας κατατολμῶντα. Ἐπιχειρήσω δὲ ὅμως, οὐκ ἐμαυτῷ θαῤῥῶν, ἀλλὰ τὴν θείαν χάριν ἀντιβολῶν, τῆς ἀποστολικῆς σοφίας ἐπιδεῖξαι τὸ βάθος, καὶ τῶν τοῦ γράμματος προκαλυμμάτων ἀπογυμνῶσαι, ἵνα τοῖς μεταλαχεῖν βουλομένοις πρόχειρον προσενέγκω τὸ κέρδος. Παρακαλῶ δὲ τοὺς τοῖς ἀλλοτρίοις ἐπιμέμφεσθαι πόνοις ἀνεχομένους, τὴν θείαν Γραφὴν καταμαθεῖν ἀκριβῶς. Πολλὰ γὰρ τοιαῦτα εὑρήσουσι παραδείγματα. Καὶ γὰρ Ἐλδὰδ, καὶ Μωδὰδ, ψήφου μὲν ἀνθρωπίνης οὐκ ἔτυχον, οὐδὲ τοῖς ἑβδομήκοντα συνηριθμήθησαν δικασταῖς· ἀλλὰ καὶ Μωσῆς αὐτοὺς ὁ μέγας σὺν τοῖς πολλοῖς καταλέλοιπε· θείας δὲ ὅμως ἠξιώθησαν χάριτος, καὶ προφητικῆς ἀπήλαυσαν δωρεᾶς. Καὶ Σαμουὴλ ὁ προφήτης, ἔτι μειρακίδιον ὢν, παρὰ μὲν τῶν ἱερέων οὐδὲ τῆς ἐσχάτης λειτουργίας μεταλαχεῖν ἐπετράπη· τὸ γὰρ ἄωρον τῆς ἡλικίας τὴν λειτουργίαν ἐκώλυε· θεοφανίας δὲ ὅμως τετύχηκε, καὶ θείας ὀπτασίας ἀπήλαυσε, καὶ τοῦ Δεσπότου Θεοῦ τὴν φωνὴν εἰσεδέξατο τοῖς ὠσὶ, τί Θεὸς οὐδέπω μεμαθηκώς. Καὶ μέντοι καὶ Ἠλίας ὁ πάνυ μόνος ὑπετόπαζεν ὑπολελεῖφθαι