Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.37
Not analysed yet
προφήτης· ἀλλ' ἤκουσεν ὡς ἦσαν ἑπτακισχίλιοι τῆς περὶ τὰ εἴδωλα πλάνης ἀπηλλαγμένοι, καὶ τῷ Θεῷ τὸ προσῆκον προσφέροντες σέβας. Καὶ μυρία δὲ τοιαῦτ' ἂν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ διηγήματα. Οὐδὲν τοίνυν ἀπεικὸς, οἷόν τινας κώνωπας καὶ ἡμᾶς σὺν ταῖς μελίτταις ἐκείναις τοὺς ἀποστολικοὺς περιβομβῆσαι λειμῶνας. Κύριος γὰρ πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ, ἀνιστᾷ ἀπὸ γῆς πένητα, καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχὸν, τοῦ καθίσαι αὐτὸν μετὰ δυναστῶν λαοῦ, καὶ θρόνου δόξης· καὶ Κύριος σοφίζει τυφλοὺς, καὶ ἀποστρέφει φρονίμους εἰς τὰ ὀπίσω, καὶ τὴν βουλὴν αὐτῶν μωραίνει. Οὗ δὴ χάριν, τῆς ἀκτῖνος τοῦ νοεροῦ φωτὸς ἀντιβολήσας τυχεῖν, τῆς ἑρμηνείας καταθαῤῥήσω, καὶ τὰς ἀφορμὰς ἐκ τῶν μακαρίων συλλέξω πατέρων. Συντομίας δὲ ὅτι μάλιστα φροντιῶ. Οἶδα γὰρ τὴν βραχυλογίαν καὶ τοὺς ῥᾳστώνῃ συζῶντας προτρέπουσαν εἰς ἀνάγνωσιν. Πρῶτον δέ γε τὴν κατὰ τὸν χρόνον τάξιν τῶν ἀποστολικῶν ἐπιστολῶν ἐπιδεῖξαι πειράσομαι. Τὰς τέτταρας μὲν καὶ δέκα ἐπιστολὰς ὁ μακάριος γέγραφε Παῦλος· τὴν δὲ τάξιν, ἣν ἐν τοῖς βιβλίοις ἔχουσιν, οὐκ αὐτὸν ἡγοῦμαι πεποιηκέναι· ἀλλ' ὥσπερ τοὺς ἱεροὺς Ψαλμοὺς συνέγραψε μὲν ὁ θεῖος Δαβὶδ, τοῦ παναγίου Πνεύματος δεξάμενος τὴν ἐνέργειαν, συνήρμοσαν δὲ τούτους ἀλλήλοις ἄλλοι τινὲς ὡς ἠβουλήθησαν ὕστερον· καὶ τὴν μὲν πνευματικὴν ἐκπέμπουσιν εὐωδίαν, τὴν ἀπὸ τοῦ χρόνου δὲ τάξιν οὐκ ἔχουσιν· οὕτω καὶ τὰς ἀποστολικὰς ταύτας ἐπιστολὰς συγκειμένας ἔστιν εὑρεῖν. Ἡ γάρ τοι πρὸς Ῥωμαίους παρὰ τοῦ θειοτάτου Παύλου γραφεῖσα, τὴν μὲν πρώτην ἔλαχε τάξιν, ἐγράφη δὲ πασῶν ἐσχάτη τῶν ἐκ τῆς Ἀσίας, καὶ Μακεδονίας, καὶ Ἀχαΐας ἐκπεμφθεισῶν. Πρώτην γὰρ δὴ γεγράφθαι νομίζω τῶν πρὸς Θεσσαλονικέας τὴν προτέραν· ταύτην γὰρ ἐξ Ἀθηνῶν ἀπέστειλεν ὁ θεῖος Ἀπόστολος, ὡς πρὸς αὐτοὺς γράφων ἐδίδαξεν. Ἐν γὰρ τῷ μέσῳ τῆς ἐπιστολῆς οὕτω φησί· «Διὸ μὴ στέγοντες εὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι, καὶ ἐπέμψαμεν Τιμόθεον τὸν ἀδελφὸν ἡμῶν, καὶ πιστὸν διάκονον τοῦ Θεοῦ, καὶ συνεργὸν ἡμῶν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς, καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν.» Σμικροῦ δὲ πάλιν χρόνου διελθόντος, τοῖς αὐτοῖς τὴν δευτέραν ἐπέστειλε. Διδασκόμεθα δὲ παρὰ τῆς ἱστορίας τῶν Πράξεων, ὡς τὰς Ἀθήνας καταλιπὼν ὁ θεσπέσιος Παῦλος κατέλαβε μὲν τὴν Κόρινθον, πλεῖστον δὲ ἐκεῖ διέτριψε χρόνον. Μετὰ ταύτας ἡγοῦμαι γραφῆναι τὴν πρὸς Κορινθίους προτέραν. Ἐν δέ γε τῇ Ἐφέσῳ τηνικαῦτα διατρίβων ταύτην ἐπέστειλε· καὶ τοῦτο αὐτὸς πεποίηκε φανερόν. Περὶ γάρ τοι τὸ τέλος τῆς ἐπιστολῆς φησιν· «Ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς. Θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργὴς, καὶ οἱ ἀντικείμενοι πολλοί.» Εἰς δὲ τὴν Ἔφεσον