Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.361
Not analysed yet
ῥοπήν. Ὅπερ δὲ ἐνταῦθα ἐπὶ τοῦ Θεοῦ εἴρηκεν ὁ θεῖος Ἀπόστολος, ἀλλαχοῦ ἐπὶ τοῦ Χριστοῦ τέθεικε. Λέγει δὲ οὕτως· «Ὅπου οὐκ ἔνι Ἰουδαῖος καὶ Ἕλλην, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθα, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.» Οὐκ ἂν δὲ τὰ ἁρμόττοντα τῷ Πατρὶ προσήρμοσε τῷ Υἱῷ, εἰ μὴ τὸ ὁμότιμον αὐτῷ παρὰ τῆς θείας χάριτος ἐδιδάχθη. Ἀλλ' ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν. κθʹ. «Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν, εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται; τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν;» Ὁ βαπτιζόμενος, φησὶ, τῷ Δεσπότῃ συνθάπτεται, ἵνα τοῦ θανάτου κοινωνήσας, καὶ τῆς ἀναστάσεως γένηται κοινωνός. Εἰ δὲ νεκρόν ἐστι τὸ σῶμα, καὶ οὐκ ἀνίσταται, τί δήποτε καὶ βαπτίζεται; λʹ. «Τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν;» Τοῦτο κατὰ κοινοῦ τεθεικὼς, καθ' ἑαυτὸν λέγει· λαʹ. «Καθ' ἡμέραν ἀποθνήσκω, νὴ τὴν ἡμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.» Καὶ τὴν ὑπερβολὴν τῶν κινδύνων δεδήλωκε, καὶ τὴν οἰκείαν προμήθειαν ἐγύμνωσε. Διηνεκῶς γὰρ, φησὶν, ἐμαυτὸν εἰς προὔπτους θανάτους ἐκδίδωμι. Καύχησιν δὲ αὑτοῦ τὴν πίστιν αὐτῶν ἐκάλεσε, καὶ ταύτῃ προτρέπων εἰς τὸ πιστεῦσαι. λβʹ. «Εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος, εἰ νεκροὶ οὐκ ἐγείρονται;» Κατὰ ἀνθρώπινον, φησὶ, λογισμὸν θηρίων ἐγενόμην βορά· ἀλλὰ παραδόξως ἐσώθην. Τίνα τοίνυν ἔχω τοῦδε τοῦ κινδύνου καρπὸν, εἰ νεκρῶν οὐκ ἔστιν ἀνάστασις; «Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν.» Προφητικὰ μὲν τὰ ῥήματα, εἰς καιρὸν δὲ αὐτὰ τέθεικε, μονονουχὶ λέγων· Περιττὴ ἡ νηστεία, περιττὴ ἡ ἐγκράτεια· τῶν κατὰ τὸν παρόντα βίον ἀπολαύσωμεν ἡδονῶν, ἀντιδόσεως οὐδεμιᾶς τοῖς τῆς ἀρετῆς ἐρασταῖς ἀποκειμένης. Εἶτα ἐντρεπτικῶς· λγʹ. «Μὴ πλανᾶσθε. Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.» Χρηστὰ ἐνταῦθα τὰ κοῦφα ἐκάλεσε, τὰ ῥᾳδίως ἐξαπατώμενα. λδʹ. «Ἐκνήψατε δικαίως, καὶ μὴ ἁμαρτάνετε· ἀγνωσίαν γὰρ Θεοῦ τινες ἔχουσι· πρὸς ἐντροπὴν ὑμῖν λέγω.» Ὡς ἀποβουκοληθεῖσι, καὶ τῇ ἀπιστίᾳ μεθύουσι, τὸ ἐκνήψατε, εἴρηκεν. Ἄγαν δὲ σοφῶς, Θεοῦ ἄγνοιαν τῆς ἀναστάσεως τὴν ἀπιστίαν ἐκάλεσεν. Ὁ γὰρ ὁμολογῶν εἰδέναι Θεὸν, δίκαιον εἶναι τοῦτον πιστεύει· τῷ δικαίῳ ἡ ἀντίδοσις πρέπει· τὴν δὲ δικαίαν ἀντίδοσιν κατὰ τὸν παρόντα βίον οὐ βλέπομεν. Δεῖ τοίνυν προσμένειν τὴν ἀνάστασιν τὸν τῷ Θεῷ πιστεύειν ὁμολογοῦντα. Εἶτα τίθησιν ἐρώτησιν ὑπὸ τῶν ἀπίστων προσφερομένην, καί φησιν· λεʹ. «Ἀλλ' ἐρεῖ τις· Πῶς ἐγείρονται οἱ νεκροὶ,