Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.360
Not analysed yet
νης τῆς μυθολογίας ὁρμώμενοι, καὶ αὐτὸν ὑποπτεύσωσι ταυτὰ ποιεῖν τῷ γεγεννηκότι Πατρί, ἅπερ οἱ παρ' αὐτῶν θρησκευόμενοι δεδράκασι δαίμονες· ἀναγκαίως εἰπὼν ὅτι πάντα ὑποτέτακται, ἐπήγαγε· «Δηλονότι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα·» καὶ προστέθεικεν, ὅτι «Καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα.» Οὐ γὰρ μόνον οὐχ ὑποτάξει ἑαυτῷ τὸν Πατέρα, ἀλλὰ καὶ αὐτὸς τὴν Υἱῷ πρέπουσαν ὑποταγὴν ὑποδέξεται. Ὁ μὲν οὖν θεῖος Ἀπόστολος τὴν ἐκ τῆς Ἑλληνικῆς μυθολογίας φυομένην ὑφορώμενος βλάβην, ταῦτα προστέθεικε, ταπεινοτέροις χρησάμενος λόγοις διὰ τὴν ἐκείνων ὠφέλειαν. Εἰπάτωσαν δὲ οἱ ἀντιλέγοντες τῆς ὑποταγῆς ἐκείνης τὸ εἶδος. Καὶ μὴν, εἰ συνιδεῖν ἐθέλουσι τὸ ἀληθὲς, νῦν ἐπεδείξατο τὴν ὑπακοὴν ἐνανθρωπήσας, καὶ τὴν ἡμετέραν πραγματευσάμενος σωτηρίαν. Πῶς οὖν τότε ὑποταγήσεται; πῶς δὲ καὶ τότε παραδώσει τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί; Εὑρεθήσεται γὰρ, οὕτω τούτου νοουμένου, οὐκ ἔχων νῦν τὴν βασιλείαν ὁ Θεὸς καὶ Πατήρ. Τοσαύτης ἀτοπίας μεστὰ τὰ ὑπ' ἐκείνων λεγόμενα. Ἀλλὰ γὰρ καὶ τὰ ἡμέτερα οἰκειοῦται, ἐπειδήπερ αὐτοῦ χρηματίζομεν σῶμα, αὐτὸς δὲ ἡμῶν ὀνομάζεται κεφαλή. «Οὗτος τὰς ἁμαρτίας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν.» Οὕτω καὶ διὰ τοῦ ψαλμοῦ λέγει· «Ὁ Θεὸς, ὁ Θεός μου, πρόσχες μοι, ἱνατί ἐγκατέλιπές με; Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.» Καίτοι ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ἀλλὰ στόμα τῆς ἡμετέρας γίνεται φύσεως, ὡς ἀπαρχὴ γεγενημένος τῆς φύσεως. Οὕτω καὶ τὴν νῦν ἡμῶν ἀπείθειαν, καὶ τὴν τότε ὑποταγὴν οἰκειοῦται, καὶ ἡμῶν μετὰ τὴν τῆς φθορᾶς ἀπαλλαγὴν ὑποτασσομένων, αὐτὸς λέγεται ὑποτάσσεσθαι. Εἰς γὰρ ταύτην ἡμᾶς τὴν διάνοιαν τὰ ἑξῆς ποδηγεῖ. Εἰρηκὼς γὰρ ὁ θεῖος Ἀπόστολος· «Τότε αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα,» ἐπήγαγεν· «Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι.» Νῦν μὲν γὰρ πανταχοῦ κατὰ τὴν οὐσίαν ἐστίν· ἀπερίγραπτον γὰρ ἔχει τὴν φύσιν, καὶ «Ἐν αὐτῷ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν,» κατὰ τὸν θεῖον Ἀπόστολον· κατὰ μέντοι τὴν εὐδοκίαν, οὐκ ἐν ἅπασίν ἐστιν. «Εὐδοκεῖ γὰρ ἐν τοῖς φοβουμένοις αὐτὸν, καὶ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ.» Καὶ ἐν τούτοις δὲ οὐ πάντα ἐστίν. «Οὐδεὶς γὰρ καθαρὸς ἀπὸ ῥύπου·» καὶ, «Οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν·» καὶ, «Ἐὰν ἁμαρτίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται;» Οὐκοῦν εὐδοκεῖ μὲν ἐν οἷς κατορθοῦσιν, οὐκ εὐδοκεῖ δὲ ἐν οἷς πταίουσιν· ἐν δὲ τῷ μέλλοντι βίῳ, τῆς φθορᾶς παυομένης, καὶ τῆς ἀθανασίας χορηγουμένης, χώραν οὐκ ἔχει τὰ πάθη· τούτων δὲ παντελῶς ἐξεληλαμένων, οὐδὲν εἶδος ἁμαρτίας ἐνεργεῖται λοιπόν. Οὕτως ἔσται λοιπὸν ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι, πάντων τοῦ πταίειν ἀπηλλαγμένων, καὶ πρὸς αὐτὸν τετραμμένων, καὶ τὴν ἐπὶ τὰ χείρω οὐ δεχομένων