Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.373
Not analysed yet
αὐτοὺς, εἰκὸς δὲ ὅτι χρείαν ἑτέραν ἐν ἄλλῃ πόλει πληρώσας, οὕτω πρὸς αὐτοὺς παρεγένετο· τοῦτο γὰρ αἰνίττεται τὰ περὶ αὐτοῦ γεγραμμένα· Ἐὰν γὰρ ἔλθῃ, φησὶ, Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς. Σπουδαιότερον δὲ τούτους συνέστησεν, ἵνα μὴ τοπάσαντες αὐτοὺς αὐτῶν γεγενῆσθαι κατηγόρους λύπης πειραθῶσιν. ιθʹ. «Ἀσπάζονται ὑμᾶς αἱ Ἐκκλησίαι τῆς Ἀσίας.» Καὶ τοῦτο εἰς ὠφέλειαν προστέθεικε, δεικνὺς τὸν τοῦ κηρύγματος δρόμον. «Ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα, σὺν τῇ κατ' οἶκον αὐτῶν ἐκκλησίᾳ.» Τούτοις συνῴκησεν ὁ θεῖος Ἀπόστολος· ἦσαν γὰρ καὶ αὐτοὶ σκηνοποιοὶ τὴν τέχνην. Καὶ οὗτοι διὰ πολλὴν ἀρετὴν καὶ τὴν οἰκίαν ἐκκλησίαν ἀπέφηναν, μόνα τὰ τῇ ἐκκλησίᾳ πρέποντα ποιεῖν προελόμενοι. κʹ. «Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.» Ἐξήλασε τὴν διάστασιν, καὶ διὰ τοῦ ἁγίου φιλήματος ἀλλήλους συνέδησεν. καʹ. «Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.» Ἐγὼ, φησὶ, ὑπηγόρευσα τὴν ἐπιστολὴν, τὸν δὲ ἀσπασμὸν προστέθεικα τῇ χειρὶ, διὰ τούτων δηλῶν τῶν γραμμάτων, ὡς ἐμὰ πάντα τὰ γεγραμμένα. «Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν, ἤτω ἀνάθεμα.» Ἀλλότριος ἔστω τοῦ κοινοῦ σώματος τῆς Ἐκκλησίας ὁ μὴ θερμὸν ἔχων τὸ φίλτρον περὶ τὸν Δεσπότην Χριστόν. Καὶ διὰ τούτου δὲ τοῖς ἤδη κατηγορηθεῖσι δέος ἐνέθηκε. Καὶ οἱ μὲν σωμάτων ἐρῶντες οὐδένα τοῦ ἔρωτος κοινωνὸν ἔχειν ἐθέλουσιν· ὁ δὲ θεῖος Ἀπόστολος πάντας ἀνθρώπους συνεραστὰς ἔχειν ποθεῖ, καὶ τοὺς οὐ τοιούτους τῆς Ἐκκλησίας ἐκτέμνει. «Μαραναθά.» Τοῦτο οὐ τῆς ἑβραίας, ὥς τινες ὑπέλαβον, ἀλλὰ τῆς Σύρων ἐστὶ φωνῆς· ἑρμηνεύεται δὲ, ὁ Κύριος ἦλθε. Τέθεικε δὲ αὐτὸ, τῶν εὐγλωττίᾳ λαμπρυνομένων Κορινθίων τὴν ὀφρὺν καταστέλλων, καὶ διδάσκων ὡς οὐ παιδεύσεως, ἀλλὰ πίστεως, χρεία. κβʹ, κγʹ. «Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ μεθ' ὑμῶν. Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ, Ἀμήν.» Τοῦ μὲν Κυρίου Ἰησοῦ τὴν χάριν αὐτοῖς συνήθως ἐπηύξατο· τὴν δὲ ἑαυτοῦ ἀγάπην οὐχ ἁπλῶς προστέθεικεν, ἀλλὰ διδάσκων ὡς, ὑπὸ τῆς περὶ αὐτοὺς ἀγάπης κινούμενος, αὐστηροτέροις ἐχρήσατο λόγοις, πατρὸς φιλοστοργίαν μιμούμενος, καὶ τῆς αὐτῶν ἐφιέμενος σωτηρίας. Ἡμεῖς δὲ τὴν ἐντεῦθεν ὠφέλειαν δρεψώμεθα, καὶ τὸν ἀγαπήσαντα Δεσπότην φιλήσωμεν, ἵνα μὴ τῆς ἀποστολικῆς ἀρᾶς μεταλάχωμεν, ἀλλὰ τῶν ἀποστολικῶν ἀξιωθῶμεν σκηνῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι, τιμὴ καὶ