Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.376
Not analysed yet
μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ πρὸς Κορινθίους πρώτη ἐπιστολὴ ἐγράφη ἀπὸ Φιλίππων διὰ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ. ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΕΠΙΣΤΟΛΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ. ΥΠΟΘΕΣΙΣ. Πολλὴν μὲν ἐκ τῆς προτέρας Ἐπιστολῆς οἱ Κορίνθιοι ὄνησιν ἐκαρπώσαντο· ηὔξησαν δὲ αὐτῶν τὴν ὠφέλειαν καὶ οἱ πάντα ἄριστοι καὶ ἀξιάγαστοι, πρῶτος μὲν Τιμόθεος, μετὰ δὲ τοῦτον ὁ Τίτος. Ἀμφότεροι γὰρ πρὸς αὐτοὺς ἀπεστάλησαν. Ἀλλὰ πάλιν τινὲς τῶν ἐξ Ἰουδαίων πεπιστευκότων, τὴν νομικὴν ἀσπαζόμενοι πολιτείαν, πάντοσε περινοστοῦντες, τὴν ἀποστολικὴν διδασκαλίαν διέβαλλον, ἀποστάτην καὶ παράνομον τὸν θεσπέσιον Παῦλον ἀποκαλοῦντες, καὶ φυλάττειν ἅπασι τὸν νόμον παρεγγυῶντες· ταὐτὸ δὲ τοῦτο καὶ ἐν Κορίνθῳ δεδράκασι. Γράφει τοίνυν ὁ θεῖος Ἀπόστολος, ἤδη τὴν Μακεδονίαν κατειληφὼς κατὰ τὴν ὑπόσχεσιν, καὶ πρῶτον μὲν ἀπολογίαν ὑφαίνει ὡς μηδέπω παραγενόμενος, οὐκ ἐπειδὴ τὴν ὑπόσχεσιν οὐκ ἐπέρανεν· ὑπέσχετο γὰρ πρῶτον μὲν Μακεδόνας ὁρᾷν, μετὰ δὲ ταῦτα πρὸς αὐτοὺς παραγίνεσθαι· ἔφη δὲ οὕτως ἐν τῇ προτέρᾳ· «Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι· πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ, ἢ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύσωμαι.» Οὐ τοίνυν παρὰ τὰς ὑποσχέσεις τι δέδρακεν. Ἀλλ' ἐν Ἐφέσῳ μελλήσας, τῆς βραδύτητος τὰς αἰτίας διδάσκει. Ἀξιοῖ δὲ φειδοῦς καὶ τὸν τὴν παρανομίαν ἐκείνην τολμήσαντα. Εἶτα συγκρίνει τὴν Παλαιὰν τῇ Καινῇ, οὐκ ἐκείνην ἀτιμάζων, ἀλλὰ ταύτην δεικνὺς ὑπερέχουσαν. Μετὰ ταῦτα τοὺς οἰκείους πόνους ἀναριθμεῖται οὐ φιλοτιμίας πάθει δουλεύων, ἀλλὰ τῶν ἐξαπατώντων διελέγχων τὸ ψεῦδος. Προτρέπει δὲ καὶ τῆς τῶν ἁγίων θεραπείας φροντίσαι, τῇ Μακεδόνων μνήμῃ παραθήγων εἰς φιλότιμον χορηγίαν. Τίθησι δὲ καὶ τὸν τῶν οἰκείων παθημάτων