Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.380
Not analysed yet
μονῇ τῶν αὐτῶν παθημάτων, ὧν καὶ ἡμεῖς πάσχομεν. Καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν· εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως.» Ὑμῶν ἕνεκα τοῖς παντοδαποῖς περιπίπτομεν πειρασμοῖς· εἰ γὰρ προσφέρειν ὑμῖν τὸ σωτήριον οὐ μὴ βουλόμεθα κήρυγμα, οὐδεὶς ἂν ἡμῖν ἐπήνεγκε τὰ παθήματα. Ἐπειδὴ δὲ τῆς ὑμετέρας προμηθούμεθα σωτηρίας, παρὰ μὲν τῶν ἐναντίων τὴν τῶν σκυθρωπῶν δεχόμεθα προσβολὴν, παρὰ δὲ τοῦ Δεσπότου Θεοῦ τὴν ψυχαγωγίαν καρπούμεθα. Ὥστε καὶ τούτων κἀκείνων δι' ὑμᾶς ἀπολαύομεν. Κοινωνεῖτε δὲ ἡμῖν ἀμφοτέρων, ἅτε δὴ τὰ καθ' ἡμᾶς οἰκειούμενοι. ηʹ. «Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν.» Διὰ πολλῶν ἐνέφηνε τοῦ κινδύνου τὸ μέγεθος. Καὶ γὰρ τὸ ἐβαρήθημεν, καὶ τὸ ὑπὲρ δύναμιν, καὶ τὸ καθ' ὑπερβολὴν, τοῦτο σημαίνει, καὶ πρὸς τούτοις, καὶ τὸ ἐξαπορηθῆναι καὶ τοῦ ζῇν. Λέγει δὲ τοῦτο, ὅτι τοσοῦτος ἦν ὁ κίνδυνος, ὥστε ἀπορήσαντας ἡμᾶς ἀπαγορεῦσαι καὶ τὸ ζῇν. Οἶμαι δὲ αὐτὸν τὴν κατὰ Δημήτριον τὸν ἀργυροκόπον στάσιν δηλοῦν. θʹ. «Ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ἐγείραντι τοὺς νεκρούς.» Ἀλλὰ τὴν τῆς ἀπογνώσεως ψῆφον οὐκ εἴασε πεῖραν λαβεῖν ὁ Δεσπότης· ἀλλὰ μέχρι τῆς ἡμετέρας ἔστησεν ὑπονοίας τοῦ θανάτου τὴν ἀπειλὴν, ἵνα μὴ ἡμῖν αὐτοῖς θαῤῥῶμεν, ἀλλὰ τὴν αὐτοῦ συμμαχίαν ἐπιζητῶμεν. Ἀπόκριμα δὲ θανάτου, τὴν τοῦ θανάτου ψῆφον ἐκάλεσε. Σφόδρα δὲ ἁρμοδίως τῆς τῶν νεκρῶν ἀναστάσεως ἐμνημόνευσε, διδάσκων ὡς ἴσον ἦν τῷ τοὺς νεκροὺς ἐγεῖραι, τὸ τῶν μεγίστων ἐκείνων ἀπαλλάξαι κινδύνων. ιʹ. «Ὃς ἐκ τηλικούτων θανάτων ἐῤῥύσατο ἡμᾶς, καὶ ῥύεται.» Εἶτα ὡς ἔχων ἐχέγγυα τῶν ἐσομένων τὰ γεγενημένα, ἐπήγαγεν· «Εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται.» Καὶ συνήθως μετριάζειν διδάσκων ἐπιφέρει· ιαʹ. «Συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει· ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.» Τούτου γὰρ γιγνομένου, πολλοὶ τὸν Θεὸν ὑμνήσουσιν ἐφ' ἡμῖν, ὁρῶντες ἡμᾶς διὰ κινδύνων ὁδεύοντας, καὶ τούτους διὰ τῆς θείας ῥοπῆς διαφεύγοντας. ιβʹ. «Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν.» Ἡμῖν δὲ τὴν παῤῥησίαν ἡ τοῦ συνειδότος παρέχει μαρτυρία. Τί δὲ σαυτῷ σύνοιδας; «Ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ, οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ' ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ· περισσοτέρως δὲ πρὸς ὑμᾶς. Ἂ παρὰ τῆς θείας, φησὶν, ἐδιδάχθημεν χάριτος