Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.377
Not analysed yet
κατάλογον, τοῦτον εἶναι χαρακτῆρα διδάσκων τῶν κηρύκων τῆς ἀληθείας. Αὕτη μὲν οὖν τῆς Ἐπιστολῆς ἡ ὑπόθεσις· τὸν δὲ νοῦν τῶν γεγραμμένων ἀκριβέστερον ἡ κατὰ μέρος ἑρμηνεία διδάξει. ΚΕΦΑΛΑΙΟΝ Αʹ. αʹ, βʹ. «Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Ἀμφότεροι μὲν πρὸς αὐτοὺς ἀπεστάλησαν, καὶ ὁ Τιμόθεος, καὶ ὁ Τίτος· ἀλλὰ τὸν μακάριον Τίτον οὐ συνέταξεν ἐν τοῖσδε τοῖς γράμμασιν, ἐπειδήπερ αὐτὸν ὥρισε τούτων γενέσθαι διάκονον· δι' αὐτοῦ γὰρ τήνδε πέπομφε τὴν Ἐπιστολήν. Ἐκκλησίαν δὲ αὐτοὺς ὀνομάζει Θεοῦ, εἰς ὁμόνοιαν πάλιν συνάπτων, καὶ τὸν Δεσπότην καὶ εὐεργέτην δεικνύς. Συνέταξε δὲ αὐτοῖς καὶ ἅπαντας τοὺς ἐν τῷ ἔθνει πεπιστευκότας, ἓν σῶμα πάντας ἀποφαίνων τοὺς τῆς σωτηρίας ἠξιωμένους. γʹ. «Εὐλογητὸς ὁ Θεός.» Ἐνταῦθα στικτέον, «Καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἡμῶν γὰρ Θεὸς, τοῦ δὲ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Πατήρ. Ταύτην τὴν διαίρεσιν καὶ ὁ Δεσπότης ἡμᾶς ἐδίδαξεν, καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς·» σαφῶς διδάσκων ὡς αὐτοῦ μὲν ἔστι Πατὴρ, τῆς δὲ κτίσεως ποιητὴς καὶ Δεσπότης. «Ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως.» Ἀντὶ τοῦ, ὁ τοὺς οἰκτιρμοὺς πηγάζων, καὶ τὸν ἔλεον ἀναβλύζων, καὶ πατρικοῖς οἰκτιρμοῖς περὶ ἡμᾶς κεχρημένος. δʹ. «Ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ.» Τοὺς συμβεβηκότας αὐτῷ διηγούμενος πειρασμοὺς, τὰ τῶν πειρασμῶν ἀλεξιφάρμακα πρότερα τέθεικε καὶ δείκνυσι τὸν τῶν ὅλων Θεὸν ἰσομέτρους τοῖς πειρασμοῖς τὰς παραμυθίας προσφέροντα. Οὕτω καὶ ὁ μακάριος ἔφη Δαβίδ· «Κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου.» Συνήθως δὲ τῷ μετρίῳ κεχρημένος φρονήματι, οὐ δι' ἑαυτὸν, ἀλλὰ διὰ τοὺς λαοὺς ἔφη τῆς ψυχαγωγίας τυγχάνειν. εʹ. «Ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν.» Καὶ ἐπὶ τῶν παθημάτων, καὶ ἐπὶ τῆς παρακλήσεως τὸ, περισσεύει, τέθεικε, δεικνὺς κἀκείνων καὶ ταύτης τὸ μέγεθος. ϛʹ, ζʹ. «Εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, τῆς ἐνεργουμένης ἐν ὑπο-