Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.384
Not analysed yet
οίσειν μέλλον ἑτέροις, οὐκ ἐπιτίθησι τῇ βουλῇ τὸ πέρας. Ὅτι δὲ ἅπερ ὑμῖν συνορῶμεν λυσιτελοῦντα, προθύμως προσφέρομεν οὐδὲν ἐνδοιάζοντες, τὸ κήρυγμα μαρτυρεῖ. Πολλάκις γὰρ ὑμῖν τοῦτο προσενεγκόντες οὐκ ἐνηλλάξαμεν ἡμῶν τοὺς λόγους. Τοῦτο γὰρ ἐπήγαγε· ιηʹ. «Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο Ναὶ καὶ Οὔ.» Τοῦτο πρὸς τὸ, Μὴ τῇ ἐλαφρίᾳ ἐχρησάμην; τέθεικεν, αὐτοὺς καλῶν εἰς μαρτυρίαν, ὡς ἀναμφίβολον αὐτοῖς ἀεὶ τὸ κήρυγμα προσενήνοχεν, ἀεὶ τὰ αὐτὰ διδάξας, καὶ ἐναλλάξαι οὐδὲν ἀνασχόμενος. ιθʹ. «Ὁ γὰρ τοῦ Θεοῦ Υἱὸς Ἰησοῦς Χριστὸς, ὁ ἐν ὑμῖν δι' ἡμῶν κηρυχθεὶς, δι' ἐμοῦ καὶ Σιλουανοῦ, καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὔ· ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονεν.» Ἀντὶ τοῦ κηρύγματος αὐτὸν τὸν κηρυττόμενον τέθεικε. Λέγει δὲ, ὅτι Ὁ περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ λόγος, ὃν ἐκηρύξαμεν ἐγὼ καὶ Σιλουανὸς, καὶ Τιμόθεος, οὐδὲ μίαν ἔσχε διχόνοιαν, οὐδὲ ποτὲ μὲν ταῦτα, ποτὲ δὲ ἕτερα ἐκηρύξαμεν, ἀλλὰ τὴν αὐτὴν ὑμῖν ἀεὶ διδασκαλίαν προσενηνόχαμεν. Σιλουανὸν δὲ ἡγοῦμαι τὸν Σίλαν καλεῖσθαι· αὐτὸς γὰρ αὐτῷ καὶ ἐν Φιλίπποις ἐκοινώνησε τῶν δεσμῶν. Αὐτὸν καὶ ἐν Βεῤῥοίᾳ τῆς Μακεδονίας καταλιπὼν, τὰς Ἀθήνας κατέλαβεν. Οὗτος εἰς τὴν Κορίνθου σὺν τῷ Τιμοθέῳ παραγενόμενος πρὸς αὐτὸν, συνεργὸς ἐγένετο τοῦ κηρύγματος. Εὑρίσκομεν δὲ καὶ ἄλλων ὀνομάτων ἐναλλαγάς· καὶ γὰρ τὴν Πρίσκιλλαν Πρίσκαν ἐν τῇ πρὸς Ῥωμαίους ἐκάλεσεν. κʹ. «Ὅσαι γὰρ ἐπαγγελίαι τοῦ Θεοῦ, ἐν αὐτῷ τὸ Ναὶ, καὶ ἐν αὐτῷ τὸ Ἀμὴν τῷ Θεῷ πρὸς δόξαν δι' ἡμῶν.» Πολλαὶ τοῦ Θεοῦ αἱ ἐπαγγελίαι· νεκρῶν ἀνάστασις, σώματος ἀφθαρσία, ζωὴ ἀτελεύτητος, οὐρανῶν βασιλεία. Ἀλλὰ ταῦτα ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ μονογενοῦς Υἱοῦ κεχορήγηκεν. Οὗ δὴ χάριν, καὶ δι' αὐτοῦ τὸν τῆς εὐχαριστίας αὐτῷ προσφέρομεν ὕμνον. Τὸ δὲ Ἀμὴν ἐνταῦθα οὐχ ἁπλῶς προστέθεικεν· ἀλλὰ διδάσκων ὡς οὐ μόνος ὁ προσευχόμενος ἱερεὺς προσφέρει τὸν ὕμνον, ἀλλὰ καὶ ὁ τὸ Ἀμὴν ἐπιλέγων κοινωνεῖ τῆς προσφερομένης δοξολογίας. καʹ, κβʹ. «Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν, καὶ χρίσας ἡμᾶς, Θεός. Ὁ καὶ σφραγισάμενος ἡμᾶς, καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.» Ὁ Θεὸς δὲ τούτων αἴτιος τῶν ἀγαθῶν· αὐτὸς γὰρ καὶ ἡμῖν βεβαίαν περὶ τὸν Χριστὸν ἐδωρήσατο πίστιν· αὐτὸς ἡμᾶς ἔχρισε, καὶ τῆς τοῦ παναγίου Πνεύματος σφραγῖδος ἠξίωσεν, οἷόν τινα ἀῤῥαβῶνα τῶν μελλόντων ἀγαθῶν δωρησάμενος