Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.385
Not analysed yet
ταύτην ἡμῖν τὴν χάριν. Διὰ μέντοι τοῦ ἀῤῥαβῶνος ᾐνίξατο τῶν δοθησομένων τὸ μέγεθος. Ὁ γὰρ ἀῤῥαβὼν μικρόν τι μέρος ἐστὶ τοῦ παντός. Εἶτα διδάσκει σαφέστερον, τί δήποτε προτέρους μὲν αὐτοὺς ἰδεῖν ἐβουλήθη, μετὰ Μακεδόνας δὲ παραγενήσεσθαι πρὸς αὐτοὺς ἐπηγγείλατο. κγʹ. «Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχὴν, ὅτι φειδόμενος ὑμῶν οὐκ ἔτι ἦλθον εἰς Κόρινθον.» Πεῖσαι βουληθεὶς ὁ θεῖος Ἀπόστολος ὡς ἀληθῆ τὰ λεγόμενα, τὸν τῶν ἐννοιῶν ἐπόπτην εἰς μαρτυρίαν ἐκάλεσεν. Εἶτα κολάζει τὸ τραχὺ τῶν εἰρημένων· σκληρὸν γὰρ ἦν, καὶ ἀπειλῆς γέμον, ὅτι φειδόμενος αὐτῶν τὴν πρὸς αὐτοὺς ὁδὸν ἀνεβάλλετο, καί φησι· «Οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν.» Τοῦτο δὲ ὡς ὑφορμοῦν τέθεικεν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν τινας εἰπεῖν· Τί οὖν; τούτου χάριν ἐπιστεύσαμεν, ἵνα δουλεύειν δεξώμεθα, καὶ δεσποτικῶς παρὰ σοῦ παιδευώμεθα; ἀναγκαίως ἐπήγαγεν, ὅτι Ταῦτα οὐχ ὡς δεσπόζων ὑμῶν εἴρηκα, ἀλλ' ὡς τῆς πνευματικῆς ὑμῶν συνεργὸς εὐφροσύνης. «Τῇ γὰρ πίστει ἑστήκατε.» ΚΕΦΑΛΑΙΟΝ Β. αʹ. «Ἔκρινα δὲ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν.» Κατὰ τὴν συνθήκην λείπει τὸ μὲν, ἵνα ᾖ, Τῇ μὲν γὰρ πίστει ἑστήκατε. Λέγει δὲ τοῦτο· Τῆς μὲν πίστεως ἕνεκεν οὐδαμῶς ὑμῖν ἐπιμέμφομαι, τὴν γὰρ ταύτης ὑγείαν περίκεισθε· ἕτερα δέ τινα παρ' ὑμῶν πλημμελεῖται, ἅ τινος διορθώσεως δεῖται. Οὐκ ἐδοκίμασα δὲ πρὸς ὑμᾶς ἀφικνούμενος λυπῆσαι τοὺς ἁμαρτάνοντας. Τὸ δὲ πάλιν, τῇ παρουσίᾳ, οὐ τῇ λύπῃ συνέζευκται. βʹ. «Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ;» Τί γάρ με οὕτως εὐφραίνει, ὡς τῶν ἐγκαλουμένων ἡ αἴσθησις; Τεκμηριοῖ γὰρ αὐτὴ τὴν ἐκ τῶν ἐγκλημάτων ἐγγινομένην ὠφέλειαν. γʹ. «Καὶ ἔγραψα ὑμῖν τοῦτο αὐτὸ, ἵνα μὴ ἐλθὼν λύπην ἔχω ἀφ' ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς, ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν.» Τούτου χάριν προὔλαβε τὴν παρουσίαν τὰ γράμματα, ἵνα δι' ἐκείνων ἡ θεραπεία γενομένη, ἐμοὶ προξενήσῃ τὴν εὐφροσύνην. Ταύτης δὲ μεταλαγχάνετε καὶ ὑμεῖς, οἰκεῖα κρίνοντες τὰ ἡμέτερα. δʹ. «Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε, ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.» Σφοδρότερον αὐτῶν ἐν τοῖς προτέροις καθήψατο γράμμασι. Διδάσκει τοίνυν, ὡς οὐχ ἁπλῶς λυπῆσαι βουλόμενος ἐκεῖνα γέγραφεν, ἀλλὰ τὴν τῶν πεπλημμεληκότων ἰατρείαν πραγματευόμενος, δι' οὓς καὶ πλείστην ὀδύνην ἐδέξατο, καὶ θαῤῥῶν ἐπέστειλεν, ἣν ἔχει περὶ αὐτοὺς μηνύων διάθεσιν. Εἶτα γυμνοῖ καὶ τὴν τῆς λύπης αἰτίαν.