Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.389
Not analysed yet
θὼν, ἠναγκάσθη μὲν εἰπεῖν ὡς εἰλικρινῶς τὸ θεῖον αὐτοῖς ἐκήρυξεν εὐαγγέλιον. Ἐκεῖθεν δὲ τὴν περὶ αὐτοὺς ἀγάπην ἐγύμνωσεν, εἰρηκὼς ὅτι πρὸ Μακεδόνων ἰδεῖν αὐτοὺς ἐβουλήθη· εἶτα τῆς ἀναβολῆς τὰς αἰτίας διδάξας, καὶ τῆς λύπης ἀναμνήσας, καὶ τὸν τῆς Ἐκκλησίας κεχωρισμένον τῷ καταλόγῳ συνάψας, εἰς τὴν τῆς διηγήσεως ἐπανῆλθεν ἀκολουθίαν. ιβʹ. ιγʹ. «Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα εἰς τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου· ἀλλ' ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν.» Οὐκ ἄλλου του, φησὶ, χάριν τὴν Τρωάδα κατειληφὼς, ἀλλὰ μόνου τοῦ κηρύγματος ἕνεκα, σφόδρα τὴν ψυχὴν ἠνιάθην, πολλοὺς μὲν ὁρῶν τῷ κηρύγματι προσιόντας, συνεργὸν δὲ τῆς τούτων ἐπιμελείας οὐκ ἔχων. Οὐδέπω γὰρ ἀφῖκτο πρὸς ἡμᾶς ὁ Τίτος, ὃν τῆς ὑμετέρας προμηθούμενος ὠφελείας ἀπέστειλα πρὸς ὑμᾶς. Οὗ δὴ χάριν ὡς τῶν πόνων οὐκ ἔχων τὸν κοινωνὸν, καταλιπὼν αὐτοὺς ἐξεδήμησα. Τοῦ μέντοι τρισμακαρίου Τίτου οὐ μάτην ἐπὶ τοῦ παρόντος ἐμνήσθη· ἀλλ' ἐπειδὴ τοῖσδε τοῖς γράμμασι διακονεῖν ἔμελλεν, ἐβουλήθη δεῖξαι τὴν τοῦ ἀνδρὸς ἀρετήν. Ἱκανῶς δὲ τοῦτο πεποίηκε, διδάξας ὡς ἀπόντος ἐκείνου, καίτοι πολλῶν τῷ κηρύγματι προσιόντων, δρᾶσαί τι τῶν ἀναγκαίων οὐκ ἴσχυε. Τούτου χάριν καὶ ἀδελφὸν αὐτὸν ὠνόμασε, καὶ τὴν ἀντωνυμίαν προστέθεικε, διδάσκων τὸ γνήσιον. ιδʹ. «Τῷ δὲ Θεῷ χάρις, τῷ πάντοτε ἡμᾶς θριαμβεύοντι ἐν τῷ Χριστῷ, καὶ ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι' ἡμῶν ἐν παντὶ τόπῳ.» Ἀλλὰ διὰ πάντων ὑμνοῦμεν τὸν Θεὸν, ὃς, σοφῶς τὰ καθ' ἡμᾶς πρυτανεύων, τῇδε κἀκεῖσε περιάγει, δήλους ἡμᾶς ἅπασιν ἀποφαίνων, καὶ δι' ἡμῶν προσφέρων τῆς εὐσεβείας τὴν γνῶσιν. Ὀσμὴν δὲ γνώσεως τὴν παροῦσαν ἐκάλεσε γνῶσιν, δύο κατὰ ταὐτὸν διδάσκων· καὶ ὅτι τῆς τελείας γνώσεως μέρος αὕτη σμικρὸν, καὶ ὅτι νῦν μὲν ἐκείνη λανθάνει, κατὰ καιρὸν δὲ φανήσεται, κατὰ τὴν εἰκόνα τοῦ θυμιάματος, ὃ πολλάκις ἐν θαλάμῳ τινὶ προσομιλοῦν τῷ πυρὶ, καὶ ἐκτὸς τὴν εὐοσμίαν ἐκπέμπει. Οἱ δὲ ταύτης μεταλαγχάνοντες, ἐκείνην μὲν οὐχ ὁρῶσι, τῆς δὲ ὀσμῆς ἀπολαύουσιν. ιεʹ, ιϛʹ. «Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις. Οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν.» Ἡμεῖς δὲ τοῦ Χριστοῦ τὴν εὐοσμίαν προσφέρομεν ἅπασιν, ἀλλ' οὐχ ἅπαντες οἱ μεταλαγχάνοντες ἀπολαύουσι σωτηρίας. Τοῖς γὰρ τοῖς ὀφθαλμοῖς ἀνιαρῶς διακειμένοις ἐπίβουλον τὸ φῶς καὶ πολέμιον· ἀλλ' οὐχ ὁ ἥλιος ἐπιφέρει τὴν βλάβην. Φασὶ δὲ καὶ τοὺς γύπας φεύγειν τοῦ μύρου τὴν εὐοσμίαν. Μύρον δὲ ὅμως τὸ μύρον, κἄν οἱ γύπες ἀποδιδράσκωσιν. Οὕτω καὶ τὸ σωτήριον κήρυγμα τοῖς μὲν πιστεύουσι πραγματεύεται σωτηρίαν, τοῖς δ' ἀπιστοῦσιν ἐπάγει τὸν ὄλεθρον· «Καὶ πρὸς ταῦτα τίς ἱκανός;» Ταῦτα