Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.388
Not analysed yet
εʹ. «Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλ' ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς.» Μεῖζόν τι εἰπεῖν ἐβουλήθη, καὶ δεῖξαι πᾶν τὸ σῶμα τῆς Ἐκκλησίας κοινωνῆσαν τῆς λύπης· ἀλλὰ τοὺς ἄλλους καταλιπὼν, αὐτῶν ἐμνημόνευσε μόνων. Τοῦτο γὰρ δηλοῖ τὸ, ἀπὸ μέρους, καὶ, ἵνα μὴ ἐπιβαρῶ. Εἶτα τὴν πατρικὴν φιλοστοργίαν γυμνοῖ. ϛʹ, ζʹ. «Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων. Ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος.» Ἔδειξε μὲν καὶ τὴν τῆς μεταμελείας ἐπίτασιν, τὴν περισσοτέραν λύπην εἰπών. Χάριν δὲ ὅμως ὀνομάζει τὴν ἄφεσιν, μείζονα τῆς μεταμελείας τὴν ἁμαρτίαν δεικνύς. Δεδήλωκε δὲ καὶ τὴν τῶν Κορινθίων σπουδήν. Ἱκανὸν γὰρ, ἔφη, τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων. Πάντες γὰρ αὐτὸν ἀπεστράφησαν ὡς ἐκέλευσε. Τοσοῦτον ἴσχυε καὶ γράφων ὁ σκηνοῤῥάφος, διὰ τὴν ἐνοικοῦσαν αὐτῷ δύναμιν. Καταποθῆναι δὲ τὸ ἀπογνῶναι ἐκάλεσε, καὶ παντελῶς ἀποστῆναι τῆς πίστεως. ηʹ. «Παρακαλῶ οὖν ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην.» Ἑνώσατε τὸ μέλος τῷ σώματι, συνάψατε τῇ ποίμνῃ τὸ πρόβατον, θερμὴν αὐτῷ διάθεσιν δείξατε. θʹ. «Εἰς τοῦτο γὰρ ἔγραψα ὑμῖν, ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε.» Προσήκει γὰρ ὑμᾶς μὴ μόνον τέμνοντι συνεργεῖν, ἀλλὰ καὶ συνάπτοντι. ιʹ. «ᾯ δέ τι χαρίζεσθε, καὶ ἐγώ.» Ἡνίκα μὲν τὴν τιμωρητικὴν κατ' αὐτοῦ ψῆφον ἐξήνεγκεν, οὐδεμιᾶς αὐτοῖς φειδοῦς ἔδωκεν ἐξουσίαν, ἐπειδήπερ αὐτοὺς εἶδεν οὐκ ἴσως κατέχοντας τὰ τῆς δίκης ζυγά. Ἐπειδὴ δὲ μεμάθηκεν αὐτοὺς ἐκ τῶν γραφέντων ὄνησιν δεξαμένους, δίδωσιν αὐτοῖς φιλοτιμίας τὴν ἐξουσίαν, καί φησιν· ᾯ δέ τι χαρίζεσθε, καὶ ἐγώ. «Καὶ γὰρ ἐγὼ, εἴ τι κεχάρισμαι, ᾧ κεχάρισμαι, δι' ὑμᾶς.» Αἰνίττεται δὲ ὁ λόγος, ὡς αὐτοὶ διὰ τῶν μακαρίων ἀνδρῶν Τιμοθέου καὶ Τίτου τὴν ὑπὲρ τοῦ πεπλημμεληκότος προσήνεγκαν δέησιν. Καὶ ἵνα μή τις αὐτὸν ὑπολάβῃ τῇ πρὸς ἀνθρώπους χάριτι τοῦ δικαίου καταμελεῖν, ἐπήγαγεν· «Ἐν προσώπῳ Χριστοῦ.» Ποιῶ γὰρ τοῦτο, φησὶν, ὡς τοῦ Χριστοῦ ἐφορῶντος, καὶ ἀρεσκομένου τοῖς γενομένοις. Λέγει δὲ τὴν αἰτίαν· ιαʹ. «Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.» Οἶδε γὰρ πολλάκις ὁ τῶν ἀνθρώπων ἀλάστωρ ἀπογνώσεως λογισμοὺς ἐνιέναι, καὶ παντελῆ τοῖς τοιούτοις μηχανᾶσθαι τὸν ὄλεθρον. Οὕτω ταῦτα παρενθεὶς, εἰς τὴν τῆς προκειμένης διηγήσεως ἐπανῆλθεν ἀκολουθίαν. Τὰ γὰρ κατὰ τὴν Ἀσίαν αὐτῷ συμβεβηκότα διεξελ-