Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.408
Not analysed yet
τοῦ σώματος ἐφιέμενοι, ἀλλὰ τῶν τούτου παθῶν ἐλεύθεροι γίνεσθαι ποθοῦντες. Οὐ γὰρ ἀποδύσασθαι τὸ σῶμα, ἀλλ' ἐπενδύσασθαι τὴν ἀφθαρσίαν ὀρεγόμεθα. Γνωσόμεθα δὲ πῶς τοῦτο ἔσται. «Ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.» Ὥσπερ ἀνίσχον τὸ φῶς φροῦδον τὸ σκότος ποιεῖ, οὕτως ἡ ἀνώλεθρος ζωὴ τὴν φθορὰν ἀφανίζει. εʹ. «Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεὸς, ὁ καὶ δοὺς ἡμῖν τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος.» Ἄνωθεν δὲ τὰ καθ' ἡμᾶς οὕτως ὁ Ποιητὴς ᾠκονόμησε· καὶ προορῶν τοῦ Ἀδὰμ τὴν παράβασιν, προκατεσκεύασε τῷ τραύματι κατάλληλον φάρμακον. Αὐτὸς δὲ ἡμῖν καὶ τοῦ Πνεύματος τὸν ἀῤῥαβῶνα κεχάρισται. Τοῦτο δὲ τέθεικεν, ἀπὸ τῶν διὰ τοῦ Πνεύματος ἐνεργουμένων θαυμάτων τὰς περὶ τῶν μελλόντων ἐπαγγελίας δεικνὺς ἀληθεῖς. ϛʹ—ηʹ. «Θαῤῥοῦντες οὖν πάντοτε, καὶ εἰδότες, ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου. (Διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους.) Θαῤῥοῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον.» Οὐ τοῦτο λέγει, ὅτι πόῤῥω τοῦ Κυρίου ἐσμὲν ἔτι τῷ θνητῷ συνεζευγμένοι σώματι· ἀλλ' ὅτι νῦν αὐτὸν τοῖς τοῦ σώματος ὀφθαλμοῖς οὐχ ὁρῶμεν, τότε δὲ καὶ ὀψόμεθα, καὶ συνεσόμεθα. Νῦν γὰρ, φησὶ, οὐκ αὐτὰ βλέπομεν τὰ προσδοκώμενα πράγματα, ἀλλὰ διὰ μόνης αὐτὰ τῆς πίστεως ὁρῶμεν. Διά τοι τοῦτο καὶ ἐφιέμεθα ἐκδημῆσαι μὲν ἐκ τοῦ σώματος, ἐνδημῆσαι δὲ πρὸς τὸν Κύριον. Διδάσκει δὲ διὰ τούτων μὴ δεδιέναι τὸν θάνατον, ἀλλὰ ποθεῖν τὴν ἐντεῦθεν ἀπαλλαγήν. θʹ. «Διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες, εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι.» Οὐκ ἀρκεῖ γὰρ ἡ πίστις εἰς σωτηρίαν, ἀλλὰ προσήκει διὰ πάντων θεραπεῦσαι τὸν εὐεργέτην. Τὸ δὲ, φιλοτιμούμεθα, ἀντὶ τοῦ, προθυμούμεθα, τέθεικε. Δείκνυσι δὲ καὶ ἑτέρωθεν ἀναγκαίαν οὖσαν τὴν κτῆσιν τῆς ἀρετῆς. ιʹ. «Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ.» Οὐκ εἶπε, παραστῆναι, ἀλλὰ, φανερωθῆναι. Ἱκανὸν δὲ τοῦτο καὶ τοὺς ἀναλγησίαν νοσοῦντας δειδίξασθαι, καὶ θεραπεῦσαι τῆς ἁμαρτίας τὰ τραύματα, ἵνα μὴ ταῦτα πᾶσι γένηται φανερά. Καὶ ἑτέρωθεν δὲ πάλιν αὔξει τὸ δέος· «Ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν.» Δίκαιος γὰρ ὢν ὁ κριτὴς ὑπὲρ τῶν βεβιωμένων ἑκάστῳ καταλλήλους τὰς ἀντιδόσεις παρέξει. Ἔδειξε δὲ κατὰ ταυτὸν, καὶ τὰς τιμωμένας καὶ τὰς κολαζομένας ψυχὰς μετὰ τῶν σωμάτων δεχομένας τὰς ἀντιδόσεις. ιαʹ. «Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου, ἀνθρώπους πείθομεν, Θεῷ δὲ πεφανερώμεθα.» Τοῦτο τὸ