Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.409
Not analysed yet
δέος ἐπικείμενον ἔχοντες, τοὺς περὶ ἡμῶν ψευδεῖς ἔχοντας δόξας ἐπανορθοῦν πειρώμεθα, καὶ τὰ καθ' ἡμᾶς ὅπως ἔχει διδάσκειν, καίτοι σαφῶς εἰδότες ὡς πάντων ἐστὶν ἐπόπτης ὁ τῶν ὅλων Θεός. «Ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι.» Ὑμᾶς δὲ οἶμαι τῶν ἡμετέρων μὴ δεῖσθαι λόγων, ἀκριβῶς τὸν ἡμέτερον ἐπισταμένους σκοπόν. ιβʹ. «Οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλ' ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους, καὶ μὴ καρδίᾳ.» Πάλιν αὐτοὺς ἐθεράπευσε, τὴν περὶ αὐτὸν αὐτοῖς μαρτυρήσας διάθεσιν. Οὐ γὰρ ὑμῶν ἕνεκα, φησὶ, ταῦτα λέγω· ἀλλ' ἵνα μάθητε πῶς ὑμᾶς προσήκει τῷ διδασκάλῳ συνηγορεῖν, καὶ τῶν ἐναντίων τὴν ψευδολογίαν ἐλέγχειν, οἳ διπλόην περίκεινται, καὶ ἕτερα μὲν φρονοῦσιν, ἕτερα δὲ λαλοῦσιν. ιγʹ. «Εἴτε γὰρ ἐξέστημεν, Θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν.» Σωφροσύνην ἐνταῦθα τὴν ταπεινοφροσύνην ἐκάλεσε· ἔκστασιν δὲ τὴν τῶν κατορθωμάτων διήγησιν· ἀμφότερα δὲ ὀρθῷ ποιῶ λογισμῷ. ιδʹ, ιεʹ. «Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον. Καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Ταῦτα πάλιν τῇ προτέρᾳ συνῆψεν ἀκολουθίᾳ. Εἰρηκὼς γάρ· Διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες, εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι, ἀναγκαίως τῆς ἀγάπης τὴν αἰτίαν ἐπέδειξε. Πυρπολούμεθα γὰρ, φησὶν, ὑπὸ τῆς περὶ τὸν Χριστὸν ἀγάπης, λογιζόμενοι ὅτι πάντων ἡμῶν ὑποκειμένων θανάτῳ, μόνος τὸν ὑπὲρ ἡμῶν κατεδέξατο θάνατον, ἵνα Πνεῦμα ἡμῖν τὴν ζωὴν πραγματεύσηται. Οὗ δὴ χάριν ὑπειλήφαμεν δίκαιον αὐτῷ ζῇν, καὶ κατὰ τοὺς αὐτοῦ πολιτεύεσθαι νόμους· τοῦτο γὰρ αὐτῷ τὸ χρέος ὀφείλομεν. ιϛʹ. «Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.» Λελύσθαι γὰρ τῷ Δεσποτικῷ θανάτῳ μεμαθηκότες τὸν θάνατον, οὐδένα λοιπὸν ἀνθρώπων θνητὸν ἐπιστάμεθα. Εἰ γὰρ καὶ αὐτὸς ὁ Δεσπότης Χριστὸς παθητὸν εἶχε τὸ σῶμα, ἀλλὰ μετὰ τὸ πάθος ἄφθαρτον τοῦτο πεποίηκε καὶ ἀθάνατον. ιζʹ. «Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά.» Προσήκει τοίνυν τοὺς τῷ Χριστῷ πεπιστευκότας, ὡς ἐν καινῇ τινι πολιτεύεσθαι κτίσει· νεουργηθέντες γὰρ