Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.416
Not analysed yet
ματα συλλέγων τοῖς πενομένοις ἐξέπεμπε, καὶ μηδὲν ἔχων πάσης εὐσεβοῦς ἐδέσποζεν οἰκίας. ιαʹ. «Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται.» Ἀπὸ τοῦ περὶ ὑμᾶς ταῦτα λέγειν ἀναγκάζομαι φίλτρου· πάντας γὰρ ὑμᾶς ἐν ἐμαυτῷ περιφέρω. Τοιαύτη γὰρ τῆς ἀγάπης ἡ φύσις, εὐρυχώρους ἐργάζεται τὰς τῶν κεκτημένων καρδίας. Τοῦτο δηλοῖ τὰ ἑξῆς. ιβʹ. «Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν.» Ὁ γὰρ ἀπεχθῶς περί τινα διακείμενος, καὶ αὐτὴν αὐτοῦ τῆς διανοίας ἐξελαύνει τὴν μνήμην. «Στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν.» Μέγιστον αὐτῶν ἔγκλημα κατηγόρησεν, ἑαυτὸν μὲν δείξας πάντας αὐτοὺς μετ' εὐρυχωρίας ἐν τῇ καρδίᾳ δεξάμενον, ἐκείνους δὲ ἐλέγξας, ὡς τοῖς ἴσοις ἀμείψασθαι μὴ θελήσαντας, ἀλλ' ἐν ἑνὶ στενοχωρηθέντας ἀνθρώπῳ. Ὅθεν ἐπήγαγε· ιγʹ. «Τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ὡς τέκνοις λέγω.» Ἐπειδήπερ ἔπληξε τῇ κατηγορίᾳ, θεραπεύει τῇ τῶν τέκνων προσηγορίᾳ. «Πλατύνθητε καὶ ὑμεῖς. (ιδʹ.) Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις.» Ἀντίδοτέ μοι τὴν ἴσην ἀγάπην· μὴ μιμήσησθε τοὺς ἑτέρως ἐννεύοντας βόας, καὶ τὸν ζυγὸν κλίνοντας, τὴν τῶν ἀπίστων ἀπάτην τῆς ἡμετέρας προτιμῶντες διδασκαλίας. «Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος; (ιεʹ, ιϛʹ.) Τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων;» Διὰ τούτων δὲ πάντων ἔδειξε τοὺς ἐναντίους διδασκάλους ἀνομίας καὶ σκότους προξένους καὶ ὑπουργοὺς διαβόλου· Βελίαρ γὰρ τὸν διάβολον προσηγόρευσεν. «Ὑμεῖς γὰρ ναός ἐστε Θεοῦ ζῶντος.» Εἶτα προφητικῇ μαρτυρίᾳ ἔδειξε τοῦ λόγου τὸ ἀληθές. «Καθὼς εἶπεν ὁ Θεὸς, ὅτι Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. (ιζʹ, ιηʹ.) Διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει Κύριος· καὶ ἀκαθάρτου μὴ ἅπτεσθε. Κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ.» Οὕτω διὰ τῆς προφητικῆς διδασκαλίας, καὶ φυγεῖν αὐτοὺς τὴν τῶν ἐναντίων συνουσίαν διδάξας, καὶ ταῖς θείαις ἐπαγγελίαις ψυχαγωγήσας, προσφέρει καὶ αὐτὸς τὴν οἰκείαν παραίνεσιν. ΚΕΦΑΛ. Ζʹ. αʹ. «Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοὶ, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.» Πνεῦμα ἐνταῦθα τὴν ψυχὴν καλεῖ·