Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.413
Not analysed yet
σωτηρίας.» Πρὸς τέλος γὰρ ὁ βίος ἐλαύνει· κἂν μὴ νῦν τῆς σωτηρίας μεταλάχωμεν, μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν οὐκ ἔρημοι ταύτης ἐσόμεθα. Εἶτα τοὺς οἰκείους πόνους εἰς τὴν ἐκείνων ὠφέλειαν διέξεισι. γʹ, δʹ. «Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν· ἀλλ' ἐν παντὶ συνιστῶντες ἑαυτοὺς, ὡς Θεοῦ διάκονοι.» Σπουδὴ γὰρ ἡμῖν μηδὲ τὴν τυχοῦσαν πρόφασιν σκανδάλου παρέχειν τινὶ, ἀλλὰ διὰ πάντων ἀξίους ἡμᾶς αὐτοὺς τῆς τοῦ Θεοῦ διακονίας δεικνύναι. Τίνα δὲ τῆς διακονίας ταύτης τὰ εἴδη; «Ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, (εʹ.) ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις.» Διαφόρως εἶπε τὰ ἔξωθεν ἐπιόντα. Προστίθησι δὲ τοῖς ἀκουσίοις καὶ τοὺς αὐθαιρέτους πόνους. «Ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, (ϛʹ, ζʹ.) ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ.» Οὐ γὰρ ἠρκεῖτο τοῖς ἔξωθεν ἐπιφερομένοις αὐτῷ σκυθρωποῖς, ἀλλὰ καὶ αὐτὸς ἐπενόει παιδαγωγίαν τῷ σώματι, οὐ μόνην τὴν νηστείαν καὶ τὴν ἀγρυπνίαν, ἀλλὰ καὶ τὴν τῶν χειρῶν ἐργασίαν· τοῦτο γὰρ λέγει, ἐν κόποις. Ἁγνότητα δὲ καλεῖ τὴν τῶν χρημάτων ὑπεροψίαν· οὐδὲ γὰρ τὰς ἀναγκαίας χρείας παρὰ Κορινθίων ἐδέξατο. Γνῶσιν δὲ, ὡς οἶμαι, τὴν διδασκαλίαν καλεῖ· ἐπίπονος γὰρ καὶ αὕτη. Εἶτα τὴν μακροθυμίαν περὶ τοὺς ἀλλοτρίους, τὴν χρηστότητα περὶ τοὺς οἰκείους, τὴν τοῦ Πνεύματος τοῦ παναγίου θεραπείαν· τοῖς γὰρ τούτου νεύμασιν ἠκολούθει. Ἀνυπόκριτον δὲ ἀγάπην καλεῖ τὴν εἰλικρινῆ καὶ γνησίαν, τὴν οὐκ ἐν σχήματι φαινομένην, ἀλλὰ βεβαιουμένην τῷ πράγματι. Λόγον δὲ ἀληθείας, τῆς εὐσεβείας τὸ κήρυγμα. Ἅπαντα δὲ ἐξήρτησε τῆς θείας δυνάμεως· ὑπ' ἐκείνης γὰρ βοηθούμενος τὰ εἰρημένα κατώρθου. «Διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, (ηʹ—ιʹ.) διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι, καὶ ἀληθεῖς· ὡς ἀγνοούμενοι, καὶ ἐπιγινωσκόμενοι· ὡς ἀποθνήσκοντες, καὶ ἰδοὺ ζῶμεν· ὡς παιδευόμενοι, καὶ μὴ θανατούμενοι· ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες· ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες.» Πάντα ἐκ διαμέτρου ἐναντία· δόξα καὶ ἀτιμία, βλασφημία καὶ εὐφημία, ζωὴ καὶ θάνατος, εὐφροσύνη καὶ λύπη· ἀλλ' ὅμως καὶ ταῦτα κἀκεῖνα ὅπλα δικαιοσύνης ἀπέφηνε, καὶ διὰ τῶν ἐναντίων τὴν μίαν ἐκέρασεν ἀρετήν. Οὔτε γὰρ δόξα αὐτὸν ἐπῆρεν, οὔτε ἀτιμία κατήνεγκεν· οὐκ εὐφημία ἐφύσησεν, οὐ δυσφημία ἠνίασεν· ἀλλὰ διὰ τῶν ἐναντίων ὁδεύων, ἀμετάβλητος ἔμεινε. Δεξιὰ δὲ καλεῖ τὰ δοκοῦντα θυμήρη· ἀριστερὰ δὲ τὰ ἐναντία, ἀπὸ τῆς κατεχούσης δόξης τεθεικὼς τὰ ὀνόματα. Ἄξιον δὲ αὐτοῦ καὶ τὰ τελευταῖα θαυμᾶσαι. Εἰρηκὼς γὰρ, ὡς πτωχοὶ, οὐκ ἐπήγαγε, τῶν δὲ ἀναγκαίων εὐποροῦντες, ἀλλὰ, πολλοὺς δὲ πλουτίζοντες· καὶ γὰρ παρὰ πάντων χρή-