Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.425
Not analysed yet
Δεσπότην, τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν, ὃς τῆς ἡμετέρας ἕνεκα σωτηρίας τὴν ἐσχάτην μετελήλυθε πενίαν, ἡμῖν τὸν ἐκ τῆς πενίας φυόμενον πραγματευόμενος πλοῦτον. ιʹ, ιαʹ. «Καὶ γνώμην ἐν τούτῳ δίδωμι· τοῦτο γὰρ ὑμῖν συμφέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι. Νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε, ὅπως καθάπερ ἡ προθυμία τοῦ θέλειν, οὕτω καὶ τὸ ἐπιτελέσαι ἐκ τοῦ ἔχειν.» Ταῦτα δὲ λέγω τοῦ λυσιτελοῦντος ὑμῖν προμηθούμενος, καὶ τὴν ὑμετέραν προμαθὼν προθυμίαν· πάλαι γὰρ ταύτην ἡμῖν ἐγυμνώσατε. Χρὴ δὲ τοίνυν τῇ προθυμίᾳ καὶ τῶν πραγμάτων προστεθῆναι τὴν μαρτυρίαν. Διὰ γὰρ τοῦ θέλειν τὴν προθυμίαν δεδήλωκεν. Οὕτω γὰρ ἐν τοῖς ἑξῆς ἑρμηνεύει. ιβʹ. «Εἰ γὰρ ἡ προθυμία πρόκειται, καθ' ὃ ἐὰν ἔχῃ εὐπρόσδεκτος, οὐ καθ' ὃ οὐκ ἔχει.» Τὴν μὲν γὰρ προθυμίαν τελείαν εἶναι προσήκει· τὰ δὲ προσφερόμενα τῇ δυνάμει μετρεῖν εἴωθεν ὁ τῶν ὅλων Θεός· οὐ γὰρ τὴν ποσότητα, ἀλλὰ τῆς γνώμης ὁρᾷ τὴν ποιότητα. ιγʹ—ιεʹ. «Οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲ θλίψις, ἀλλ' ἐξ ἰσότητος, ἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα· ἵνα γένηται καὶ τὸ ἐκείνων περίσσευμα εἰς τὸ ὑμῶν ὑστέρημα· ὅπως γένηται ἰσότης, καθὼς γέγραπται· Ὁ τὸ πολὺ οὐκ ἐπλεόνασε, καὶ ὁ ὀλίγον οὐκ ἠλαττόνησε.» Τὴν τελειότητα μὲν ὁ Δεσπότης ὁρίζεται τῇ παντελεῖ τῶν χρημάτων ὑπεροψίᾳ, καὶ τῇ αὐθαιρέτῳ πενίᾳ. Ἐδίδαξε δὲ ὅμως, ὡς καὶ δίχα τῆς τελειότητος δυνατὸν τυχεῖν τῆς αἰωνίου ζωῆς. Ἐρωτηθεὶς γὰρ ὑπὸ τοῦ νεανίσκου, «Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;» οὐκ εὐθὺς αὐτῷ τὴν περὶ τελειότητος διδασκαλίαν προσήνεγκεν, ἀλλὰ τῶν ἄλλων ἀνέμνησεν ἐντολῶν. Ἐκείνου δὲ εἰρηκότος πάσας πεπληρωκέναι, τότε τὸν ἀφρόντιδα καὶ ἀκτήμονα βίον ἑλέσθαι προέτρεψε. Ταῦτα πεπαιδευμένος ὁ θεῖος Ἀπόστολος, οὐ τὰ μεγάλα νομοθετεῖ, ἀλλὰ τῇ ἀσθενείᾳ τῆς γνώμης τοὺς νόμους μετρεῖ. Οὗ δὴ χάριν ἔφη, Οὐχ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲ θλίψις· καὶ τῶν περιττῶν μεταδοῦναι προσέταξε, καὶ τὸ ἐντεῦθεν φυόμενον ὑπέδειξε κέρδος· Ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα. Ἀντίδοσις, φησὶν, ἀρίστη γενήσεται, καὶ τὰ ἐλάττονα διδόντες τὰ μείζονα λήψεσθε. Τῆς γὰρ ἀξιεπαίνου καρτερίας αὐτοῖς κοινωνήσετε. Μάλα δὲ εἰς καιρὸν καὶ τὴν μαρτυρίαν παρέθηκε. Καὶ γὰρ ἐπὶ τῆς τοῦ μάννα συλλογῆς τὴν ἰσότητα ταύτην ὁ Δεσπότης ὑπέδειξεν. Οὐδὲν γὰρ ὤνησεν ὁ τὸ πλέον συλλέξας· τὸ γὰρ μέτρον ὁ μεγαλόδωρος τῷ δώρῳ συνέζευξε. ιϛʹ, ιζʹ. «Χάρις δὲ τῷ Θεῷ, τῷ διδόντι τὴν αὐτὴν