Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.428
Not analysed yet
σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου, ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος ἐξῆλθε πρὸς ὑμᾶς.» Πάλιν τοῦ Τίτου τὴν περὶ αὐτοὺς ἀγάπην δεδήλωκεν, εὐπειθεστέρους αὐτοὺς περὶ τὰς ἐκείνου παραινέσεις κατασκευάζων. ιηʹ, ιθʹ. «Συνεπέμψαμεν δὲ μετ' αὐτοῦ τὸν ἀδελφὸν, οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλησιῶν. Οὐ μόνον δὲ, ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν Ἐκκλησιῶν συνέκδημος ἡμῶν σὺν τῇ χάριτι ταύτῃ, τῇ διακονουμένῃ ὑφ' ἡμῶν πρὸς τὴν αὐτοῦ τοῦ Κυρίου δόξαν καὶ προθυμίαν ἡμῶν.» Τὸν τρισμακάριον Βαρνάβαν τὰ εἰρημένα χαρακτηρίζει. Αὐτὸς γὰρ καὶ ἐν Ἀντιοχείᾳ σὺν τῷ μακαρίῳ Παύλῳ τῆς χειροτονίας τετύχηκε, τοῦ θείου Πνεύματος εἰρηκότος· «Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον, εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.» Καὶ ἐν Ἱεροσολύμοις ὕστερον σὺν αὐτῷ πρὸς τοὺς θείους ἀποστόλους ἐποιήσατο τὰς συνθήκας. «Πέτρος γὰρ, φησὶ, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, οἱ δοκοῦντες στύλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοί τε καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς μὲν εἰς τὰ ἔθνη, ἐκεῖνοι δὲ εἰς τὴν περιτομήν· μόνον δὲ τῶν πτωχῶν ἵνα μνημονεύωμεν.» Τούτων ἐπὶ τοῦ παρόντος ἀνέμνησεν. Ἔφη γάρ· Συνέκδημος ἡμῶν ἐχειροτονήθη σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν, τουτέστι τῇ τῶν ἁγίων θεραπείᾳ. Εἶτα ἐπήγαγε· «Πρὸς τὴν αὐτοῦ τοῦ Κυρίου δόξαν, καὶ προθυμίαν ἡμῶν. Αὐτὸς μὲν γὰρ ἐπὶ τούτοις ὑμνεῖται, ἡμεῖς δὲ τὴν οἰκείαν δείκνυμεν προθυμίαν. Λέγει δὲ καὶ τίνος χάριν τὸν τοσοῦτον ἀπέστειλεν ἄνδρα. κʹ. «Στελλόμενοι τοῦτο, μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν.» Ὑφορώμεθα γὰρ μή τις τῶν συλλεγομένων χρημάτων τὸ πλῆθος θεώμενος ἕτερά τινα ὑπολάβῃ. Τούτου χάριν πολλοὺς καὶ θαυμασίους ἄνδρας εἰς τὴν τῆς διακονίας ταύτης κοινωνίαν λαμβάνω. καʹ. «Προνοούμενοι καλὰ οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων.» Οὐκ ἀρκούμενοι γὰρ μόνῃ τῇ τοῦ Κυρίου μαρτυρίᾳ, ἀλλὰ καὶ τοὺς ἀνθρώπους βουλόμεθα ἀγαθά τε ἡμῖν συνειδέναι, καὶ τὴν ἐντεῦθεν ὠφέλειαν καρποῦσθαι. κβʹ «Συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν, ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολλῷ σπουδαιότερον πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς.» Ἐπῄνεσε μὲν καὶ τοῦτον, οὐ δεδήλωκε δὲ ὅστις ἐστί· φασὶν αὐτόν τινες εἶναι τὸν Ἀπολλὼ, ἐπειδὴ καὶ ὑπέσχετο πέμψειν αὐτὸν ἐν τῇ προτέρᾳ Ἐπιστολῇ. κγʹ. «Εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς, καὶ εἰς