Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.432
Not analysed yet
ϛʹ. «Τοῦτο δὲ, ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει.» Ἄγαν ἁρμοδίως ἐχρήσατο τῇ μεταφορᾷ, καὶ σπόρον τὴν τοιαύτην φιλοτιμίαν ὠνόμασε, τὸν πολύχουν τῆς εὐποιΐας μηνύων καρπόν. Ἐνεδείξατο καὶ τοὺς σμικρολογίᾳ χρωμένους, τῇ ποσότητι τοῦ σπόρου τὸν ἀμητὸν ἀκολουθεῖν εἰρηκώς. Εἶτα πάλιν τῇ γνώμῃ παραχωρεῖ. ζʹ. «Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός.» Τοῦτο καὶ Ῥωμαίοις ἐπιστέλλων ἔφη· «Ὁ ἐλεῶν, ἐν ἱλαρότητι.» Χρὴ γὰρ ἡγεῖσθαι τῆς τῶν χρημάτων χορηγίας τὴν τῆς ψυχῆς εὐθυμίαν. Εἶτα αὐτοῖς ἐπεύχεται, τὴν πατρικὴν φιλοστοργίαν ἐπιδεικνύς. ηʹ, θʹ. «Δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν. Καθὼς γέγραπται· Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.» Καὶ τῶν θείων αὐτοῖς χαρισμάτων τὸν πλοῦτον, καὶ τῶν τῆς ἀρετῆς κατορθωμάτων περιουσίαν ἐξῄτησε. Πᾶσαν γὰρ χάριν τὰ χαρίσματα λέγει, ἔργον δὲ ἀγαθὸν, τὰ εἴδη τῆς ἀρετῆς. Εἰς καιρὸν δὲ καὶ τὴν προφητικὴν παρατέθεικε μαρτυρίαν, σαφῶς διδάσκουσαν ὡς ἡ τῶν χρημάτων ὑπεροψία τὴν αἰώνιον φύει δικαιοσύνην. ιʹ, ιαʹ. «Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι, καὶ πληθύναι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν. Ἐν παντὶ πλουτιζόμενοι, εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι' ἡμῶν εὐχαριστίαν τῷ Θεῷ.» Οὐχ ἁπλῶς τὴν εὐχὴν τῇ παραινέσει συνήρμοσεν, ἀλλὰ διδάσκων τὸν τῆς θείας δυνάμεως πλοῦτον, καὶ ὅτι δύναται μὲν αὐτὸς ἅπασιν ἀφθόνως χορηγεῖν τἀγαθά. Αὐτὸς γὰρ καὶ τὸν σπόρον ἐξ ἀρχῆς δέδωκε τοῖς ἀνθρώποις, αὐτὸς καὶ τοῦτον εἰς τὴν γῆν καταβαλλόμενον τρέφει, καὶ τὴν ἐκ τούτου τροφὴν τοῖς ἀνθρώποις πορίζει. Τῆς δὲ ὑμετέρας ὅμως προμηθούμενος ὠφελείας, δι' ὑμῶν βούλεται τοὺς δεομένους ἀπολαύειν τῶν ἀναγκαίων. Σπόρον μέντοι πάλιν τὴν εὐποιΐαν ἐκάλεσε· γεννήματα δὲ δικαιοσύνης, τὴν ἐκ ταύτης βλαστάνουσαν ὠφέλειαν· ἁπλότητα δὲ τὴν φιλοτιμίαν. Ὁ γὰρ λογισμοῖς περιττοῖς κεχρημένος τῆς σμικρολογίας τὸ πάθος εἰσδέχεται. ιβʹ, ιγʹ. «Ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶ προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ Θεῷ, διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν Θεόν.» Μὴ νομίσητε, φησὶν, ἓν ἐκ τοῦδε κατορθοῦσθαι τοῦ πράγματος, καὶ μόνην τῶν ἁγίων τὴν ἔνδειαν θεραπεύεσθαι· καὶ γὰρ ἑτέρους φύει πολλῷ μείζους καρπούς. Παρασκευάζει γὰρ